Humanitext Reader

波利比奥斯 · 历史 §30.5.1-30.5.16

罗得斯求结同盟与卡里亚吕基亚的独立

第 1147 段,共 1311 段 · 希腊语

内容简介

罗得斯人因免于战争灾难而松了一口气,随之决议赠送金冠并派遣特阿伊德托斯前去罗马寻求同盟。然而,卡乌诺斯等地随即反叛,加之元老院宣布卡里亚和吕基亚自由的法令传来,使他们再次陷入焦虑之中。

§30.5.1τὴν δὲ προειρημένην ἀπόκρισιν οἱ μὲν περὶ τὸν Φιλοκράτην λαβόντες ἐξ αὐτῆς ὥρμησαν, οἱ δὲ περὶ τὸν Φιλόφρονα καὶ Ἀστυμήδην αὐτόθι μένοντες παρήδρευον χάριν τοῦ μηδὲν αὐτοὺς λανθάνειν τῶν προσπιπτόντων ἢ λεγομένων κατὰ τῆς πατρίδος.
收到前述答复后,菲洛克拉特斯一行便据此出发,而菲洛弗龙和阿斯图梅德斯一行则留守当地,密切关注,以免任何针对祖国发生的事态或言论脱离他们的视线。
§30.5.2προσπεσούσης δὲ τῆς ἀποκρίσεως ταύτης εἰς τὴν Ῥόδον, δόξαντες ἀπολελύσθαι τοῦ μεγίστου φόβου τοῦ κατὰ τὸν πόλεμον, τἄλλα καίπερ ἀκμὴν ὄντα δυσχερῆ ῥᾳδίως ἔφερον.
当这一答复传到罗得斯时,他们认为自己已从战争这一最大的恐惧中解脱出来,因此其他情况尽管依然困难,他们也轻松地承受了。
§30.5.3οὕτως αἰεὶ τὰ μείζω τῶν προσδοκωμένων κακῶν λήθην ποιεῖ τῶν ἐλαττόνων συμπτωμάτων.
如此,在预期发生的灾难中,较大的灾难总是会让人遗忘较小的变故。
§30.5.4διὸ καὶ παραχρῆμα ψηφισάμενοι τῇ Ῥώμῃ στέφανον ἀπὸ μυρίων χρυσῶν καὶ καταστήσαντες πρεσβευτὴν ἅμα καὶ ναύαρχον Θεαίδητον ἐξέπεμπον θερείας ἀρχομένης ἄγοντα τὸν στέφανον καὶ μετὰ τούτου τοὺς περὶ Ῥοδοφῶντα, πειρασομένους κατὰ πάντα τρόπον συμμαχίαν συνθέσθαι πρὸς Ῥωμαίους.
因此,他们立即决议向罗马赠送一顶价值一万金币的金冠,并任命特阿伊德托斯同时担任使节和海军司令,在初夏时派遣他携带金冠出发,随同他一起的还有罗多丰一行,他们企图以一切方式同罗马人缔结盟约。
§30.5.5τοῦτο δʼ ἐποίησαν οὐ βουλόμενοι διὰ τοῦ ψηφίσματος καὶ πρεσβείας ἀποτυχεῖν, ἐὰν ἄλλως δόξῃ Ῥωμαίοις, διʼ αὐτῆς δὲ τῆς τοῦ ναυάρχου προαιρέσεως τὴν κατάπειραν ποιήσασθαι· τὴν γὰρ ἐξουσίαν εἶχε ταύτην ὁ ναύαρχος ἐκ τῶν νόμων.
他们这样做,是因为如果不巧罗马人的意向不同,他们不希望因公民大会的决议和正式使团而遭到拒绝,而是想通过海军司令本人的职权进行试探;因为根据法律,海军司令拥有这种权力。
§30.5.6οὕτως γὰρ ἦν πραγματικὸν τὸ πολίτευμα τῶν Ῥοδίων ὡς σχεδὸν ἔτη τετταράκοντα πρὸς τοῖς ἑκατὸν κεκοινωνηκὼς ὁ δῆμος Ῥωμαίοις τῶν ἐπιφανεστάτων καὶ καλλίστων ἔργων οὐκ ἐπεποίητο πρὸς αὐτοὺς συμμαχίαν.
罗得斯人的政治方略确实极其务实,以至于罗得斯人民虽然与罗马人在将近一百四十年的时间里共同参与了最辉煌、最伟大的功绩,却从未与他们缔结过盟约。
§30.5.7τίνος δὲ χάριν οὕτως ἐχείριζον οἱ Ῥόδιοι τὰ καθʼ αὑτοὺς οὐκ ἄξιον παραλιπεῖν.
至于罗得斯人为何如此处理自国的外交,这原因是不容忽视的。
§30.5.8βουλόμενοι γὰρ μηδένα τῶν ἐν ταῖς ὑπεροχαῖς καὶ δυναστείαις ἀπελπίζειν τὴν ἐξ αὑτῶν ἐπικουρίαν καὶ συμμαχίαν, οὐκ ἐβούλοντο συνδυάζειν οὐδὲ προκαταλαμβάνειν σφᾶς αὐτοὺς ὅρκοις καὶ συνθήκαις, ἀλλʼ ἀκέραιοι διαμένοντες κερδαίνειν τὰς ἐξ ἑκάστων ἐλπίδας.
因为他们希望所有身居高位和掌握权力的人,都不对得到他们的援助和盟约感到绝望,因此他们不愿用誓言和条约来束缚或预先限制自己,而是保持超然中立,以便从各方的期待中获利。
§30.5.9τότε δὲ μεγάλην ἐποιοῦντο φιλοτιμίαν, βουλόμενοι ταύτης τῆς τιμῆς τυχεῖν παρὰ Ῥωμαίων, οὐ κατεπειγόμενοι συμμαχίας οὐδʼ ἀγωνιῶντες ἁπλῶς οὐδένα κατὰ τὸ παρὸν πλὴν αὐτῶν τῶν Ῥωμαίων, §30.5.10ἀλλὰ βουλόμενοι κατὰ τὴν ὑπέρθεσιν τῆς ἐπιβολῆς ἀφαιρεῖσθαι τὰς ὑπονοίας τῶν δυσχερές τι διανοουμένων περὶ τῆς πόλεως.
但在当时,他们表现出极大的热忱,希望从罗马人那里获得这一荣誉,这并非因为他们迫切需要盟约,也不是因为在当时除了罗马人本身之外对任何人感到焦虑,而是因为他们希望通过呈递这一提议,消除 those 对自国城市怀有不良图谋者的疑虑。
ἄρτι δὲ τῶν περὶ τὸν Θεαίδητον καταπεπλευκότων, §30.5.11ἀπέστησαν Καύνιοι, κατελάβοντο δὲ καὶ Μυλασεῖς τὰς ἐν Εὐρώμῳ πόλεις.
然而,正当特阿伊德托斯一行刚刚抵达时,卡乌诺斯人发动了反叛,米拉萨人也占领了埃乌罗莫斯的城市。
§30.5.12κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἡ σύγκλητος ἐξέβαλε δόγμα διότι δεῖ Κᾶρας καὶ Λυκίους ἐλευθέρους εἶναι πάντας, ὅσους προσένειμε Ῥοδίοις μετὰ τὸν Ἀντιοχικὸν πόλεμον.
与此同时,元老院颁布法令,规定在安条克战争后分配给罗得斯人的所有卡里亚人和吕基亚人,都必须获得自由。
§30.5.13τὰ μὲν οὖν κατὰ τοὺς Καυνίους καὶ τοὺς Εὐρωμεῖς ταχέως οἱ Ῥόδιοι διωρθώσαντο· §30.5.14τοὺς μὲν γὰρ Καυνίους Λύκωνα πέμψαντες μετὰ στρατιωτῶν ἠνάγκασαν πάλιν ὑφʼ αὑτοὺς τάττεσθαι,
于是,罗得斯人迅速解决了关于卡乌诺斯人和埃乌罗莫斯人的局势;因为他们派遣了吕孔率领士兵,强迫卡乌诺斯人重新顺从他们,尽管基比拉人向他们提供了援助。
§30.5.15καίπερ Κιβυρατῶν αὐτοῖς παραβοηθησάντων, ἐπὶ δὲ τὰς ἐν Εὐρώμῳ πόλεις στρατεύσαντες ἐνίκησαν μάχῃ Μυλασεῖς καὶ Ἀλαβανδεῖς, ἀμφοτέρων παραγενομένων μετὰ στρατιᾶς ἐπʼ Ὀρθωσίαν.
并且他们向埃乌罗莫斯的城市进军,在战斗中击败了米拉萨人和阿拉班达人,此两者曾率领军队前来进行奥尔托西亚之战。
§30.5.16τοῦ δὲ περὶ τῶν Λυκίων καὶ Καρῶν δόγματος αὐτοῖς προσπεσόντος, πάλιν ἀπεσοβήθησαν ταῖς διανοίαις, δείσαντες μή ποτε μάταιος μὲν αὐτοῖς ἡ τοῦ στεφάνου δόσις γέγονε, μάταιοι δʼ αἱ περὶ τῆς συμμαχίας ἐλπίδες.
但是当关于吕基亚人和卡里亚人的法令传来时,他们的精神再次受到极大的震动,担心他们赠送金冠之举已经白费,而关于盟约的希望也同样落空。

词汇与语法注释

  1. §30.5.1ἐξ αὐτῆς — 时间性的习惯用语副词短语(省略自 ἐξ αὐτῆς τῆς ὥρας),意思是收到答复后“当即”、“立刻”出发。
  2. §30.5.2ἀκμὴν ὄντα — 名词单数宾格 ἀκμήν 在波利比乌斯及后期的希腊语(通用希腊语)中被用作副词,意为“依然、至今”(相当于 ἔτι)。ὄντα 则是修饰前述中性复数宾格 τἄλλα 的分词。
  3. §30.5.4πειρασομένους — 动词 πειράομαι 的将来时分词阳性复数宾格,修饰前面的 τοὺς περὶ Ῥοδοφῶντα(罗多丰一行),表示主体的意图或目的(“企图……”、“为了尝试……”)。
  4. §30.5.16δείσαντες μή ποτε — 由表示担忧的分词 δείσαντες 引导的从句。此处未使用虚拟语气,而是使用了直陈语气现在完成时(γέγονε),表示所担忧的事情被视为已经发生或确定成为事实的强烈不安感。

引用这一段

波利比奥斯, 历史 §30.5.1-30.5.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.5.1-30.5.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。