§30.30.1ὅτι εἰς τὴν Ῥώμην παραγεγονότων πρεσβευτῶν πλειόνων καὶ ἑτέρων, ἐπιφανεστάτων δὲ παρὰ μὲν Ῥοδίων τῶν περὶ Ἀστυμήδην, παρὰ δὲ τῶν Ἀχαιῶν τῶν περὶ Εὐρέαν καὶ Ἀναξίδαμον καὶ Σάτυρον, παρὰ δὲ Προυσίου τῶν περὶ Πύθωνα, τούτοις ἐχρημάτισεν ἡ σύγκλητος.
ὅτι ローマに他の多くの使節たち、中でも最も著名な者としては、ロドス人からはアスチュメデスの一派、アカイア人からはエウレアスとアナクシダモスとサテュロスの一派、プルシアスからはピュトンの一派が到着したとき、元老院は彼らと折衝した。
§30.30.2οἱ μὲν οὖν παρὰ τοῦ Προυσίου κατηγορίαν ἐποιοῦντʼ Εὐμένους τοῦ βασιλέως, φάσκοντες αὑτῶν τέ τινα χωρία παραιρεῖσθαι τὸν Εὐμένη καὶ τῆς Γαλατίας οὐκ ἀφίστασθαι τὸ παράπαν οὐδὲ πειθαρχεῖν τοῖς τῆς συγκλήτου δόγμασιν, ἀλλὰ τοὺς τὰ σφέτερα μὲν φρονοῦντας σωματοποιεῖν, §30.30.3τοὺς δὲ τὰ Ῥωμαίων αἱρουμένους καὶ βουλομένους πολιτεύεσθαι τοῖς τῆς συγκλήτου δόγμασιν ἀκολούθως κατὰ πάντα τρόπον ἐλαττοῦν.
さて、プルシアスからの使節たちはエウメネス王を告訴し、エウメネスが彼らの領地をいくつか強奪していること、ガラティアからまったく撤退せず、元老院の決議に従うこともしないばかりか、自分たちに同調する者たちを結集して味方に引き入れ、ローマ人の側を選び、元老院の決議にどこまでも従う形で国政に関わろうとする者たちを、あらゆる方法で弱体化させていると主張した。
§30.30.4ἦσαν δέ τινες πρεσβευταὶ καὶ παρὰ τῶν τῆς Ἀσίας πόλεων, οἳ κατηγόρουν τοῦ βασιλέως, ἔμφασιν ποιοῦντες τῆς πρὸς τὸν Ἀντίοχον κοινοπραγίας.
また、アジアの都市たちからの使節も何人かおり、彼らもまた王を告発し、彼がアンティオコスと共謀していることを明確に示していた。
§30.30.5ἡ δὲ σύγκλητος διακούσασα τῶν κατηγορούντων οὔτʼ ἀπέρριπτε τὰς διαβολὰς οὔτʼ ἐξέφαινε τὴν ἑαυτῆς γνώμην, ἀλλὰ συνετήρει παρʼ ἑαυτῇ, διαπιστοῦσα καθόλου τοῖς περὶ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον·
元老院は、告発者たちの意見を詳しく聞いたものの、その誹謗を退けもしなければ、自らの見解を明らかにすることもしなかった。 むしろ、エウメネスやアンティオコスに対する全般的な不信感を抱きながら、それを自分たちの中に秘めていた。
§30.30.6τοῖς γε μὴν Γαλάταις ἀεί τι προσετίθει καὶ συνεπίσχυε περὶ τῆς ἐλευθερίας.
しかしながら、ガラティア人に対しては、彼らの自由に関して、常に何かと好意的な決定を付け加え、これを後押ししていた。
§30.30.7οἱ δὲ περὶ τὸν Τεβέριον ἥκοντες ἀπὸ τῆς πρεσβείας οὐδὲν περιττότερον ἠδυνήθησαν οὔτʼ αὐτοὶ διαλαβεῖν οὔτε τῇ συγκλήτῳ διασαφῆσαι περὶ τῶν κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἤπερ ἃ καὶ πρότερον ὄντες ἐν τῇ Ῥώμῃ διελάμβανον.
一方、使節派遣から帰還したテベリウスの一行は、エウメネスやアンティオコスに関する事柄について、自分たち自身で判断することも、元老院に対して明らかにすることも、以前にローマにいたときに判断していたこと以上のものは何もできなかった。
§30.30.8οὕτως αὐτοὺς οἱ βασιλεῖς ἐξετέμοντο τῇ κατὰ τὴν ἀπάντησιν φιλανθρωπίᾳ.
このように、王たちは出迎えたときの丁重なもてなしによって、彼らを骨抜きにしたのであった。