§30.30.1ὅτι εἰς τὴν Ῥώμην παραγεγονότων πρεσβευτῶν πλειόνων καὶ ἑτέρων, ἐπιφανεστάτων δὲ παρὰ μὲν Ῥοδίων τῶν περὶ Ἀστυμήδην, παρὰ δὲ τῶν Ἀχαιῶν τῶν περὶ Εὐρέαν καὶ Ἀναξίδαμον καὶ Σάτυρον, παρὰ δὲ Προυσίου τῶν περὶ Πύθωνα, τούτοις ἐχρημάτισεν ἡ σύγκλητος.
ὅ提当许多其他使节抵达罗马时,其中最著名的是:来自罗得斯人的是阿斯图梅德斯一派,来自亚该亚人的是尤里亚斯、阿纳克西达莫斯和萨堤罗斯一派,来自普鲁西亚斯的是皮通一派,元老院接见了他们。
§30.30.2οἱ μὲν οὖν παρὰ τοῦ Προυσίου κατηγορίαν ἐποιοῦντʼ Εὐμένους τοῦ βασιλέως, φάσκοντες αὑτῶν τέ τινα χωρία παραιρεῖσθαι τὸν Εὐμένη καὶ τῆς Γαλατίας οὐκ ἀφίστασθαι τὸ παράπαν οὐδὲ πειθαρχεῖν τοῖς τῆς συγκλήτου δόγμασιν, ἀλλὰ τοὺς τὰ σφέτερα μὲν φρονοῦντας σωματοποιεῖν, §30.30.3τοὺς δὲ τὰ Ῥωμαίων αἱρουμένους καὶ βουλομένους πολιτεύεσθαι τοῖς τῆς συγκλήτου δόγμασιν ἀκολούθως κατὰ πάντα τρόπον ἐλαττοῦν.
于是,来自普鲁西亚斯的使节指控欧墨尼斯国王,声称欧墨尼斯强占了他们的一些地方,且完全不从加拉太撤军,也不服从元老院的决议,反而将与自己志同道合的人拉拢结盟,却以各种方式排挤那些选择罗马人立场、并希望按照元老院决议参与政治的人。
§30.30.4ἦσαν δέ τινες πρεσβευταὶ καὶ παρὰ τῶν τῆς Ἀσίας πόλεων, οἳ κατηγόρουν τοῦ βασιλέως, ἔμφασιν ποιοῦντες τῆς πρὸς τὸν Ἀντίοχον κοινοπραγίας.
也有一些来自亚洲城市的使节指控这位国王,指明他与安条克共谋。
§30.30.5ἡ δὲ σύγκλητος διακούσασα τῶν κατηγορούντων οὔτʼ ἀπέρριπτε τὰς διαβολὰς οὔτʼ ἐξέφαινε τὴν ἑαυτῆς γνώμην, ἀλλὰ συνετήρει παρʼ ἑαυτῇ, διαπιστοῦσα καθόλου τοῖς περὶ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον· §30.30.6τοῖς γε μὴν Γαλάταις ἀεί τι προσετίθει καὶ συνεπίσχυε περὶ τῆς ἐλευθερίας.
元老院在听取了控告者的陈述后,既没有驳回这些指控,也没有公开自己的态度,而是将想法保留在心中,对欧墨尼斯和安条克一派抱持着彻底的不信任;然而,元老院对于加拉太人,总是在关于他们自由的事上给予一些支持和协助。
§30.30.7οἱ δὲ περὶ τὸν Τεβέριον ἥκοντες ἀπὸ τῆς πρεσβείας οὐδὲν περιττότερον ἠδυνήθησαν οὔτʼ αὐτοὶ διαλαβεῖν οὔτε τῇ συγκλήτῳ διασαφῆσαι περὶ τῶν κατὰ τὸν Εὐμένη καὶ τὸν Ἀντίοχον, ἤπερ ἃ καὶ πρότερον ὄντες ἐν τῇ Ῥώμῃ διελάμβανον.
至于提贝里乌斯及其同僚从出使中归来后,对于欧墨尼斯和安条克的情况,无论是他们自己所能掌握的,还是向元老院阐明的,都没有超出他们之前还在罗马时所掌握的范围。
§30.30.8οὕτως αὐτοὺς οἱ βασιλεῖς ἐξετέμοντο τῇ κατὰ τὴν ἀπάντησιν φιλανθρωπίᾳ.
国王们就是这样,通过迎接他们时的热情款待,使他们丧失了锐气。