§30.2.1τοιαύτης δʼ οὔσης τῆς διαθέσεως περὶ τὸν Ἄτταλον, ὀττευσάμενος ὁ βασιλεὺς τὸ μέλλον ἐπιπέμπει Στρατίον τὸν ἰατρὸν εἰς τὴν Ῥώμην, ὃς μεγίστην παρʼ αὐτῷ πίστιν εἶχε,
アッタロスをめぐる状況がこのようであったため、王は将来を予感し、自分のもとで絶大な信頼を得ていた医師ストラティオスをローマに派遣した。
§30.2.2τὰ μὲν ὑποδείξας, τὰ δʼ ἐντειλάμενος πᾶσαν εἰσενέγκασθαι μηχανὴν πρὸς τὸ μὴ κατακολουθῆσαι τὸν Ἄτταλον τοῖς βουλομένοις λυμήνασθαι τὴν βασιλείαν αὐτῶν.
王は彼にある事柄をあらかじめ示し、またある事柄を指示して、彼らの王国を破滅させようと望む者たちにアッタロスが従わないようにするため、あらゆる手段を尽くすよう命じた。
§30.2.3ὁ δὲ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ λαβὼν εἰς τὰς χεῖρας τὸν Ἄτταλον πολλοὺς μὲν καὶ ποικίλους διέθετο λόγους·
ストラティオスはローマに到着すると、アッタロスを説得するために引き寄せ、数々の多様な議論を展開した。
καὶ γὰρ ἦν ὁ ἄνθρωπος ἔχων τι νουνεχὲς καὶ πειστικόν·
というのも、この男は理知的で説得力のある人物だったからである。
§30.2.4μόγις δὲ καθίκετο τῆς προθέσεως καὶ μετεκάλεσε τὸν Ἄτταλον ἀπὸ τῆς ἀλόγου φορᾶς, θεὶς ὑπὸ τὴν ὄψιν ὅτι κατὰ μὲν τὸ παρὸν συμβασιλεύει τἀδελφῷ, τούτῳ διαφέρων ἐκείνου τῷ μὴ διάδημα περιτίθεσθαι μηδὲ χρηματίζειν βασιλεύς, τὴν δὲ λοιπὴν ἴσην καὶ τὴν αὐτὴν ἔχων ἐξουσίαν,
彼はようやくその目的を達成し、アッタロスを不条理な衝動から思いとどまらせた。
§30.2.5εἰς δὲ τὸ μέλλον ὁμολογουμένως καταλείπεται διάδοχος τῆς ἀρχῆς, οὐ μακρὰν ταύτης τῆς ἐλπίδος ὑπαρχούσης, ἅτε τοῦ βασιλέως διὰ μὲν τὴν σωματικὴν ἀσθένειαν αἰεὶ προσδοκῶντος τὴν ἐκ τοῦ βίου μετάστασιν, διὰ δὲ τὴν ἀπαιδίαν οὐδʼ εἰ βουληθείη δυναμένου τὴν ἀρχὴν ἄλλῳ καταλιπεῖν·
それは、現在においてはアッタロスが兄と共同で統治しており、王冠を戴かず王と名乗らないという点においてのみ兄と異なっているものの、それ以外の点では同等かつ全く同じ権力を有していること、また将来においては、彼が支配権の相続人として残されることは衆目の一致するところであり、その希望が実現するのも遠いことではない(なぜなら王は身体の虚弱さゆえに常に死を予期しており、また子供がいないため、たとえ望んだとしても支配権を他の誰かに遺すことはできないからである)ということをアッタロスの目の前に示すことによってであった。
§30.2.6οὐδέπω γὰρ ἀναδεδειγμένος ἐτύγχανεν κατὰ φύσιν υἱὸς ὢν αὐτῷ τις ὁ μετὰ ταῦτα διαδεξάμενος τὴν ἀρχήν.
というのも、後に支配権を継承することになる、彼の実子であるところの者は、当時はまだ公認されていなかったからである。
§30.2.7τὸ δὲ συνέχον, θαυμάζειν ἔφη πόσα βλάπτει τοὺς ἐνεστῶτας καιρούς.
そして最も重要なこととして、ストラティオスは、アッタロスが現在の危機的状況をいかに大きく損ねるかを不思議に思うと言った。
μεγάλην γὰρ δεῖν ἔχειν πᾶσι τοῖς θεοῖς χάριν, §30.2.8εἰ συμπνεύσαντες καὶ μιᾷ γνώμῃ χρώμενοι δύναιντο τὸν ἀπὸ Γαλατῶν φόβον ἀπώσασθαι καὶ τὸν ἀπὸ τούτων ἐφεστῶτα κίνδυνον.
なぜなら、もし彼らが心を一つにし、一つの意志を持って、ガラティア人による恐怖と、彼らから差し迫っている危険を退けることができるならば、すべての神々に対して大いなる感謝を捧げねばならないからである。
§30.2.9εἰ δὲ νῦν εἰς στάσιν καὶ
διαφορὰν ἥξει πρὸς τὸν ἀδελφόν, πρόδηλον εἶναι διότι καταστρέψει τὴν βασιλείαν καὶ στερήσει μὲν αὑτὸν καὶ τῆς παρούσης ἐξουσίας καὶ τῆς εἰς τὸ μέλλον ἐλπίδος, στερήσει δὲ καὶ τοὺς ἀδελφοὺς τῆς ἀρχῆς καὶ τῆς ἐν αὐτῇ δυναστείας.
しかし、もし今、兄との不和と対立に至るならば、彼が王国を滅ぼし、自分自身から現在の権力と将来の希望の双方を奪うだけでなく、兄弟たちからも支配権とその中での王権を奪うことになるのは極めて明白である、と(彼は語った)。
§30.2.10ταῦτα δὴ καὶ τούτοις ἕτερα παραπλήσια διατιθέμενος ὁ Στρατίος ἔπεισε τὸν Ἄτταλον μένειν ἐπὶ τῶν ὑποκειμένων.
ストラティオスは、これらのことやこれに類する他の事柄を説き、アッタロスを説得して既存の方針にとどまらせた。