§30.2.1τοιαύτης δʼ οὔσης τῆς διαθέσεως περὶ τὸν Ἄτταλον, ὀττευσάμενος ὁ βασιλεὺς τὸ μέλλον ἐπιπέμπει Στρατίον τὸν ἰατρὸν εἰς τὴν Ῥώμην, ὃς μεγίστην παρʼ αὐτῷ πίστιν εἶχε,
鉴于有关阿塔罗斯的局势如此,国王预见到未来,派遣了他的医生斯特拉提乌斯前往罗马,此人在他那里深得信任。
§30.2.2τὰ μὲν ὑποδείξας, τὰ δʼ ἐντειλάμενος πᾶσαν εἰσενέγκασθαι μηχανὴν πρὸς τὸ μὴ κατακολουθῆσαι τὸν Ἄτταλον τοῖς βουλομένοις λυμήνασθαι τὴν βασιλείαν αὐτῶν.
国王向他暗示了一些事情,又吩咐了另一些事情,要求他尽一切努力防止阿塔罗斯顺从那些企图毁灭他们王国的人。
§30.2.3ὁ δὲ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ λαβὼν εἰς τὰς χεῖρας τὸν Ἄτταλον πολλοὺς μὲν καὶ ποικίλους διέθετο λόγους· καὶ γὰρ ἦν ὁ ἄνθρωπος ἔχων τι νουνεχὲς καὶ πειστικόν·
斯特拉提乌斯抵达罗马后,私下里拉拢阿塔罗斯,对他进行了多方劝说;因为此人确实颇具理智和说服力。
§30.2.4μόγις δὲ καθίκετο τῆς προθέσεως καὶ μετεκάλεσε τὸν Ἄτταλον ἀπὸ τῆς ἀλόγου φορᾶς, θεὶς ὑπὸ τὴν ὄψιν ὅτι κατὰ μὲν τὸ παρὸν συμβασιλεύει τἀδελφῷ, τούτῳ διαφέρων ἐκείνου τῷ μὴ διάδημα περιτίθεσθαι μηδὲ χρηματίζειν βασιλεύς, τὴν δὲ λοιπὴν ἴσην καὶ τὴν αὐτὴν ἔχων ἐξουσίαν, §30.2.5εἰς δὲ τὸ μέλλον ὁμολογουμένως καταλείπεται διάδοχος τῆς ἀρχῆς, οὐ μακρὰν ταύτης τῆς ἐλπίδος ὑπαρχούσης, ἅτε τοῦ βασιλέως διὰ μὲν τὴν σωματικὴν ἀσθένειαν αἰεὶ προσδοκῶντος τὴν ἐκ τοῦ βίου μετάστασιν, διὰ δὲ τὴν ἀπαιδίαν οὐδʼ εἰ βουληθείη δυναμένου τὴν ἀρχὴν ἄλλῳ καταλιπεῖν· §30.2.6οὐδέπω γὰρ ἀναδεδειγμένος ἐτύγχανεν κατὰ φύσιν υἱὸς ὢν αὐτῷ τις ὁ μετὰ ταῦτα διαδεξάμενος τὴν ἀρχήν.
他终于艰难地达成了目的,使阿塔罗斯从那盲目的冲动中清醒过来,这是通过向他指出以下事实:目前他与兄长共同执政,与兄长的区别仅在于不戴王冠、不称国王,而在其他方面则拥有完全同等且相同的权力;而在将来,他无疑是王位的公认继承人,且这一希望并不遥远,因为国王由于身体虚弱而随时预料到自己将离开人世,又因为膝下无子,即使想把王位留给别人也无能为力;因为后来继承王位的那个人,当时尚未被公认为他的亲生儿子。
§30.2.7τὸ δὲ συνέχον, θαυμάζειν ἔφη πόσα βλάπτει τοὺς ἐνεστῶτας καιρούς.
他说,最重要的是,他感到惊讶的是阿塔罗斯的举动竟然对眼下的局势造成了如此大的损害。
μεγάλην γὰρ δεῖν ἔχειν πᾶσι τοῖς θεοῖς χάριν, §30.2.8εἰ συμπνεύσαντες καὶ μιᾷ γνώμῃ χρώμενοι δύναιντο τὸν ἀπὸ Γαλατῶν φόβον ἀπώσασθαι καὶ τὸν ἀπὸ τούτων ἐφεστῶτα κίνδυνον.
因为他们应该对所有的神明怀有极大的感激,如果他们能齐心协力、意志一致地击退来自加拉太人的恐惧以及来自他们的迫切危险。
§30.2.9εἰ δὲ νῦν εἰς στάσιν καὶ
διαφορὰν ἥξει πρὸς τὸν ἀδελφόν, πρόδηλον εἶναι διότι καταστρέψει τὴν βασιλείαν καὶ στερήσει μὲν αὑτὸν καὶ τῆς παρούσης ἐξουσίας καὶ τῆς εἰς τὸ μέλλον ἐλπίδος, στερήσει δὲ καὶ τοὺς ἀδελφοὺς τῆς ἀρχῆς καὶ τῆς ἐν αὐτῇ δυναστείας.
但如果他现在与兄长陷入派系之争和分歧,显而易见他将毁灭王国,不仅使自己失去当下的权力和未来的希望,也使他的兄弟们失去支配权和其中的王权。
§30.2.10ταῦτα δὴ καὶ τούτοις ἕτερα παραπλήσια διατιθέμενος ὁ Στρατίος ἔπεισε τὸν Ἄτταλον μένειν ἐπὶ τῶν ὑποκειμένων.
斯特拉提乌斯通过陈述这些以及其他类似的论点,说服了阿塔罗斯坚守既定的方针。