§30.18.1ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἦλθε καὶ Προυσίας ὁ βασιλεὺς εἰς τὴν Ῥώμην, συγχαρησόμενος τῇ συγκλήτῳ καὶ τοῖς στρατηγοῖς ἐπὶ τοῖς γεγονόσιν.
ὅτι 同時期にプルシアス王もローマにやって来て、起きた出来事について元老院と将軍たちに祝意を述べたこと。
§30.18.2ὁ δὲ Προυσίας οὗτος οὐδαμῶς γέγονεν ἄξιος τοῦ τῆς βασιλείας προσχήματος.
しかし、このプルシアスは王という身分の威厳に決してふさわしくなかった。
τεκμήραιτο δʼ ἄν τις ἐκ τούτων.
そのことは次のことから推測できよう。
§30.18.3ὅς γε πρῶτον μέν, πρεσβευτῶν παραγεγονότων Ῥωμαϊκῶν πρὸς αὐτόν, ἐξυρημένος τὴν κεφαλὴν καὶ πιλίον ἔχων λευκὸν καὶ τήβενναν καὶ καλικίους ἀπήντα τούτοις, καὶ καθόλου τοιαύτῃ διασκευῇ κεχρημένος οἵαν ἔχουσιν οἱ προσφάτως ἠλευθερωμένοι παρὰ Ῥωμαίοις, οὓς καλοῦσι λιβέρτους·
すなわち、第一に、ローマの使節たちが彼のもとに到着したとき、彼は頭を剃り上げ、白いフェルト帽を被り、トガとカリキウスを身につけて彼らを出迎え、全体として、ローマ人のもとで最近解放された人々、彼らが「リベルトゥス」と呼ぶ者たちと同じような格好をしていた。
§30.18.4καὶ δεξιωσάμενος τοὺς πρεσβευτάς "ὁρᾶτʼ" ἔφη "τὸν ὑμέτερον λίβερτον ἐμέ, πάντα βουλόμενον χαρίζεσθαι καὶ μιμεῖσθαι τὰ παρʼ ὑμῖν.
そして、使節たちを歓迎して「あなた方の解放奴隷である私をご覧なさい。 あなた方の習慣をすべて喜び、模倣したいと望んでいる私を」と言った。
"ἧς ἀγεννεστέραν φωνὴν οὐ ῥᾴδιον εὑρεῖν.
これ以上に卑屈な言葉を見出すことは容易ではない。
§30.18.5τότε δὲ κατὰ τὴν εἴσοδον γενόμενος τὴν εἰς τὴν σύγκλητον, στὰς κατὰ τὸ θύρετρον ἀντίος τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους, ἐπιφθεγξάμενος "χαίρετε, θεοὶ σωτῆρεσ", ὑπερβολὴν οὐ καταλιπὼν ἀνανδρίας, ἅμα δὲ καὶ γυναικισμοῦ καὶ κολακείας οὐδενὶ τῶν ἐπιγινομένων.
またそのとき、元老院への入り口にやって来ると、議場に面した扉のところに立ち、両手を下に垂れて、敷居と座っている議員たちに平伏して礼拝し、「万歳、救い主たる神々よ」と叫んだ。 彼は、卑怯さ、そして同時に女々しさと阿諛追従の極致を、後世の誰に対しても残さなかった。
§30.18.6ἀκόλουθα δὲ τούτοις καὶ κατὰ τὴν κοινολογίαν εἰσελθὼν ἐπετελέσατο, περὶ ὧν καὶ τὸ γράφειν ἀπρεπὲς ἦν.
そしてこれに引き続いて、中に進み入っての会談の際にも同様の行動をとったが、それらについては書くことさえ不体裁である。
§30.18.7φανεὶς δὲ τελέως εὐκαταφρόνητος ἀπόκρισιν ἔλαβε διʼ αὐτὸ τοῦτο φιλάνθρωπον.
彼は完全に軽蔑すべき人物であると見なされたが、まさにその理由によって、好意的な返答を得た。