§30.19.1ἤδη δὲ τούτου τὰς ἀποκρίσεις εἰληφότος, προσέπεσε παραγίνεσθαι τὸν Εὐμένη.
すでに彼が返答を受け取っていたとき、エウメネスが到着したという知らせが届いた。
§30.19.2τοῦτο δὲ τὸ πρᾶγμα πολλὴν ἀπορίαν παρέσχε τοῖς ἐν τῷ συνεδρίῳ·
この事態は元老院の議員たちに大きな当惑をもたらした。
διαβεβλημένοι γὰρ πρὸς αὐτὸν καὶ διαλήψεις ἀμεταθέτους ἔχοντες οὐκ ἐβούλοντο κατʼ οὐδένα τρόπον ἐμφανίζειν αὑτούς.
なぜなら、彼らはエウメネスに対して敵意を抱き、変更不可能な見解を持っていたため、いかなる方法によっても自分たちの本心を見せることを望まなかったからである。
§30.19.3πᾶσι γὰρ ἀναδεδειχότες πρῶτον καὶ μέγιστον φίλον τὸν βασιλέα τοῦτον ἔμελλον εἰς ὄψιν ἐλθόντες καὶ προσδεξάμενοι δικαιολογίαν, εἰ μὲν τὸ δοκοῦν ἀποκριθεῖεν ἀκολουθοῦντες ταῖς ἰδίαις διαλήψεσιν, ἐκθεατριεῖν αὑτούς, εἰ τοιοῦτον ἄνθρωπον ἐπὶ τοσοῦτον ἐξετίμησαν ἐν τοῖς ἀνώτερον χρόνοις, §30.19.4εἰ δὲ δουλεύοντες τῇ τῶν ἐκτὸς φαντασίᾳ φιλανθρώπως ἀποκριθεῖεν, παρόψεσθαι τὴν ἀλήθειαν καὶ τὸ τῇ πατρίδι συμφέρον.
というのも、彼らはこの王を第一かつ最大の友としてすべての人々に指し示してきたので、彼と対面し、その弁明を受け入れた場合、もし自分たちの現在の見解に従って適切と思われる返答をするならば、以前にあのような人物をこれほどまで重んじていたという点について、自分たち自身を衆目に晒すことになるし、また、もし外部の評判に囚われて好意的な返答をするならば、真実と祖国の利益を無視することになるはずだったからである。
§30.19.5διόπερ ἐξ ἑκατέρας τῆς ἀποφάσεως μέλλοντος ἀπιθάνου τινὸς αὐτοῖς ἐξακολουθήσειν, εὕροντο λύσιν τοῦ προβλήματος τοιαύτην.
したがって、どちらの決定からも自分たちにとって不都合な何かが生じることになるため、彼らはこの問題に対して次のような解決策を見出した。
§30.19.6ὡς γὰρ καθόλου δυσαρεστούμενοι ταῖς τῶν βασιλέων ἐπιδημίαις δόγμα τι τοιοῦτον ἐξέβαλον, μηδένα βασιλέα παραγίνεσθαι πρὸς αὑτούς.
すなわち、王たちの滞在全般に不満を抱いているかのようにして、いかなる王も自分たちのもとにやって来てはならないという決議を公布したのである。
§30.19.7μετὰ δὲ ταῦτα πυθόμενοι τὸν Εὐμένη καταπεπλευκέναι τῆς Ἰταλίας εἰς Βρεντέσιον ἐπαπέστειλαν τὸν ταμίαν φέροντα τὸ δόγμα καὶ κελεύσοντα λέγειν πρὸς αὑτόν, εἴ τι τυγχάνει τῆς συγκλήτου χρείαν ἔχων·
その後、彼らはエウメネスがイタリアのブレンテシオンに入港したことを知ると、その決議を携え、もし彼が元老院に何か用があるのかを尋ねるように命じるために財務官を派遣した。
§30.19.8εἰ δὲ μηδενὸς δεῖται, παραγγελοῦντα τὴν ταχίστην αὐτὸν ἐκ τῆς Ἰταλίας ἀπαλλάττεσθαι.
そして、もし何も必要としていないならば、速やかにイタリアから立ち去るように彼に命じるためであった。
§30.19.9ὁ δὲ βασιλεύς, συμμίξαντος αὐτῷ τοῦ ταμίου, γνοὺς τὴν τῆς συγκλήτου προαίρεσιν εἰς τέλος ἀπεσιώπησεν, οὐδενὸς φήσας προσδεῖσθαι.
王は、財務官が彼と会った際に元老院の意図を知ると、結局のところ沈黙し、何も必要としていないと言った。
§30.19.10καὶ δὴ τούτῳ τῷ τρόπῳ συνέβη τὸν Εὐμένη κωλυθῆναι τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως.
そしてまさにこのような方法によって、エウメネスがローマへと上っていくことが阻止されることになった。
§30.19.11συνηκολουθήκει δὲ καὶ ἕτερόν τι πραγματικὸν τούτῳ τῷ διαβουλίῳ.
また、この決定には、もう一つの実際的な意図が伴っていた。
§30.19.12μεγάλου γὰρ ὑπὸ τῶν Γαλατῶν ἐπικρεμαμένου κινδύνου τῇ βασιλείᾳ, προφανὲς ἦν ὅτι διὰ τὸν σκυβαλισμὸν τοῦτον οἱ μὲν τοῦ βασιλέως σύμμαχοι ταπεινωθήσονται πάντες, οἱ δὲ Γαλάται διπλασίως ἐπιρρωσθήσονται πρὸς τὸν πόλεμον.
というのは、ガラティア人による大きな危険が彼の王国に迫っていたため、この冷遇によって、王の同盟者たちはみな意気消沈し、他方ガラティア人たちは戦争に向けて二倍も活気づくことになるのは明らかだったからである。
§30.19.13διὸ πάντῃ πάντως βουλόμενοι ταπεινοῦν αὐτὸν ἐπὶ ταύτην κατηνέχθησαν τὴν γνώμην.
それゆえ、彼を何としても低めることを望んで、彼らはこの方針に至ったのである。
§30.19.14τούτων δὲ γινομένων ἔτι κατʼ ἀρχὰς τοῦ χειμῶνος, λοιπὸν ἡ σύγκλητος ἅπασιν τοῖς παραγεγονόσι κατὰ πρεσβείαν· §30.19.15οὐ γὰρ ἦν οὔτε πόλις οὔτε δυνάστης οὔτε βασιλεὺς ὃς οὐκ ἀπεστάλκει πρεσβείαν κατʼ ἐκεῖνον τὸν καιρὸν τὴν συγχαρησομένην ἐπὶ τοῖς γεγονόσιν· §30.19.16οἷς ἅπασιν οἰκείως ἀπήντησε καὶ φιλανθρώπως πλὴν τῶν Ῥοδίων.
これらのことがまだ冬の初めに起きている間、元老院は、使節としてやって来たすべての人々に対して、というのも、その時期に、起きた出来事について祝意を述べるための使節を派遣しなかった都市も、支配者も、王もいなかったからであるが、ロドス人たちを除いて、そのすべての人々を親切に、かつ好意的に迎えた。
§30.19.17τούτους δὲ παρέπεμπε ποικίλας ἐμφάσεις ποιοῦσα περὶ τοῦ μέλλοντος.
しかし、ロドス人たちに対しては、将来について様々な含みを持たせつつ引き延ばした。
ἐπείχετο δὲ καὶ τὰ κατὰ τοὺς Ἀθηναίους. —
また、アテナイ人たちに関する事柄も保留された。