Humanitext Reader

波利比奥斯 · 历史 §30.18.1-30.18.7

普鲁西亚斯国王访罗马与其极度卑屈

第 1160 段,共 1311 段 · 希腊语

内容简介

记述普鲁西亚斯国王访问罗马及其极其卑躬屈膝的行为(如扮作释放奴隶迎接使节并在元老院门前顶礼膜拜),并指出正是由于他的卑贱才获得了罗马的友好答复。

§30.18.1ὅτι κατὰ τὸν αὐτὸν καιρὸν ἦλθε καὶ Προυσίας ὁ βασιλεὺς εἰς τὴν Ῥώμην, συγχαρησόμενος τῇ συγκλήτῳ καὶ τοῖς στρατηγοῖς ἐπὶ τοῖς γεγονόσιν.
ὅτι 与此同时,普鲁西亚斯国王也来到罗马,就所发生的大事向元老院和将领们表示祝贺。
§30.18.2ὁ δὲ Προυσίας οὗτος οὐδαμῶς γέγονεν ἄξιος τοῦ τῆς βασιλείας προσχήματος.
然而,这位普鲁西亚斯根本不配拥有国王的尊严。
τεκμήραιτο δʼ ἄν τις ἐκ τούτων.
人们可以从以下事实中推断出这一点。
§30.18.3ὅς γε πρῶτον μέν, πρεσβευτῶν παραγεγονότων Ῥωμαϊκῶν πρὸς αὐτόν, ἐξυρημένος τὴν κεφαλὴν καὶ πιλίον ἔχων λευκὸν καὶ τήβενναν καὶ καλικίους ἀπήντα τούτοις, καὶ καθόλου τοιαύτῃ διασκευῇ κεχρημένος οἵαν ἔχουσιν οἱ προσφάτως ἠλευθερωμένοι παρὰ Ῥωμαίοις, οὓς καλοῦσι λιβέρτους· §30.18.4καὶ δεξιωσάμενος τοὺς πρεσβευτάς "ὁρᾶτʼ" ἔφη "τὸν ὑμέτερον λίβερτον ἐμέ, πάντα βουλόμενον χαρίζεσθαι καὶ μιμεῖσθαι τὰ παρʼ ὑμῖν.
首先,当罗马使节抵达他那里时,他剃光了头,戴着白色的毡帽,身穿托加和罗马鞋去迎接他们,总之,他的装束与罗马人中最近获得自由、被称为“解放奴隶”的人完全一样;他迎候使节们并说道:“请看我,你们的释放奴隶,我渴望在一切事上取悦并效仿你们的习俗。
"ἧς ἀγεννεστέραν φωνὴν οὐ ῥᾴδιον εὑρεῖν.
”很难找到比这更卑贱的话语了。
§30.18.5τότε δὲ κατὰ τὴν εἴσοδον γενόμενος τὴν εἰς τὴν σύγκλητον, στὰς κατὰ τὸ θύρετρον ἀντίος τοῦ συνεδρίου καὶ καθεὶς τὰς χεῖρας ἀμφοτέρας προσεκύνησε τὸν οὐδὸν καὶ τοὺς καθημένους, ἐπιφθεγξάμενος "χαίρετε, θεοὶ σωτῆρεσ", ὑπερβολὴν οὐ καταλιπὼν ἀνανδρίας, ἅμα δὲ καὶ γυναικισμοῦ καὶ κολακείας οὐδενὶ τῶν ἐπιγινομένων.
随后,当他走到元老院的入口时,他站在正对会场的门口,垂下双手,向门槛和坐着的人们顶礼膜拜,并大声喊道:“万岁,救主神明! ”这没有给后世的任何人留下在懦弱、以及同时在妩媚和谄媚上超越他的余地。
§30.18.6ἀκόλουθα δὲ τούτοις καὶ κατὰ τὴν κοινολογίαν εἰσελθὼν ἐπετελέσατο, περὶ ὧν καὶ τὸ γράφειν ἀπρεπὲς ἦν.
紧接着这些举动,他进入会谈时也做出了一些行为,这些行为甚至连写下来都是不体面的。
§30.18.7φανεὶς δὲ τελέως εὐκαταφρόνητος ἀπόκρισιν ἔλαβε διʼ αὐτὸ τοῦτο φιλάνθρωπον.
尽管他显得极其令人藐视,但正因为这个原因,他得到了一个友好的答复。

词汇与语法注释

  1. §30.18.3ὅς γε — 带有因果或解释性质的关系代名词,意为“因为他确实……”,用以引出前句关于他不配拥有国王尊严之判定的具体依据。
  2. §30.18.3ἐξυρημένος τὴν κεφαλὴν — 被动完成分词 ἐξυρημένος(被剃光)搭配关系宾格 τὴν κεφαλὴν(头部),在语义上具有中间偏动的力量,意为“剃光自己的头”。
  3. §30.18.4ἧς ἀγεννεστέραν — 关系代名词的连接用法。阴性关系代名词 ἧς 指代前文普鲁西亚斯的话语(φωνήν),作为比较级 ἀγεννεστέραν 的比较属格,意为“比这更卑贱的(话语)”。
  4. §30.18.5ὑπερβολὴν οὐ καταλιπὼν ἀνανδρίας... οὐδενὶ τῶν ἐπιγινομένων — 与格 οὐδενὶ τῶν ἐπιγινομένων(对后世的任何人)依附于分词 καταλιπὼν(留下)。整句结构意为“没有给后世的任何人留下在懦弱、女气和谄媚上超越他的余地”。
  5. §30.18.7διʼ αὐτὸ τοῦτο — 指代前文的分词短语 φανεὶς ... εὐκαταφρόνητος(显得极其令人藐视),表明一个反讽式的因果关系:正因为他表现得如此卑微无害,反而获得了罗马人的友好答复。

引用这一段

波利比奥斯, 历史 §30.18.1-30.18.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:30.18.1-30.18.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。