Humanitext Reader

ポリュビオス · 歴史 §3.98.1-3.98.11

アビリュクスの寝返り工作とボストルの説得

257 / 1311 箇所 · ギリシア語

要旨

イベリア人の実力者アビリュクスが、戦況を見てローマ側への寝返りを画策し、サグントゥムに置かれた人質を引き渡そうと、温厚なカルタゴ将軍ボストルを言葉巧みに説得する。

§3.98.1γίνεταί τις πραγμάτων περιπέτεια τοιάδε.
事態のこのような急転回が起こった。
καθʼ οὓς καιροὺς Ἀννίβας ἐποιεῖτο τὴν πορείαν εἰς Ἰταλίαν, ὅσαις πόλεσιν ἠπίστησε τῶν κατὰ τὴν Ἰβηρίαν, ἔλαβε παρὰ τούτων ὅμηρα τοὺς υἱεῖς τῶν ἐπιφανεστάτων ἀνδρῶν·
ハンニバルがイタリアへの進軍を行っていた時期に、イベリアにある都市のうち彼が不審を抱いたすべての都市から、最も名望ある男たちの息子たちを人質として受け取っていた。
οὓς πάντας εἰς τὴν Ζακανθαίων ἀπέθετο πόλιν διά τε τὴν ὀχυρότητα καὶ διὰ τὴν τῶν ἀπολειπομένων ἐπʼ αὐτῆς ἀνδρῶν πίστιν.
そして彼ら全員を、その堅牢さと、そこに残された者たちの忠誠心のゆえに、サグントゥムの町に留め置いていた。
ἦν δέ τις ἀνὴρ Ἴβηρ,
さて、一人のイベリア人がいた。
§3.98.2Ἀβίλυξ ὄνομα, κατὰ μὲν τὴν δόξαν καὶ τὴν τοῦ βίου περίστασιν οὐδενὸς δεύτερος Ἰβήρων, κατὰ δὲ τὴν πρὸς Καρχηδονίους εὔνοιαν καὶ πίστιν πολύ τι διαφέρειν δοκῶν τῶν ἄλλων.
名をアビリュクスといい、名声と生活の境遇においてはイベリア人の誰にも劣らず、カルタゴ人への好意と忠誠においては他よりもはるかに勝っていると思われていた。
§3.98.3οὗτος θεωρῶν τὰ πράγματα καὶ νομίσας ἐπικυδεστέρας εἶναι τὰς τῶν Ῥωμαίων ἐλπίδας, συνελογίσατο παρʼ ἑαυτῷ περὶ τῆς τῶν ὁμήρων προδοσίας συλλογισμὸν Ἰβηρικὸν καὶ βαρβαρικόν.
彼は事態を観察し、ローマ人の展望のほうがより有利であると考えて、人質を裏切ることについて、自らの心の中でイベリア的かつ野蛮人(バルバロイ)的な算段を巡らせた。
§3.98.4πεισθεὶς γὰρ διότι δύναται μέγας γενέσθαι παρὰ Ῥωμαίοις προσενεγκάμενος ἐν καιρῷ πίστιν ἅμα καὶ χρείαν, ἐγίνετο πρὸς τῷ παρασπονδήσας τοὺς Καρχηδονίους ἐγχειρίσαι τοὺς ὁμήρους τοῖς Ῥωμαίοις.
というのも、好機に忠誠を示すと同時に役立つ働きをすることで、ローマ人のもとで大いなる存在になれると確信した彼は、カルタゴ人との盟約を破り、人質をローマ人に引き渡すことに取りかかったからである。
§3.98.5θεωρῶν δὲ τὸν Βώστορα τὸν τῶν Καρχηδονίων στρατηγόν, ὃς ἀπεστάλη μὲν ὑπʼ Ἀσδρούβου κωλύσων τοὺς Ῥωμαίους διαβαίνειν τὸν ποταμόν, οὐ θαρρήσας δὲ τοῦτο ποιεῖν ἀνακεχωρηκὼς ἐστρατοπέδευε τῆς Ζακάνθης ἐν τοῖς πρὸς θάλατταν μέρεσιν, τοῦτον μὲν ἄκακον ὄντα τὸν ἄνδρα καὶ πρᾷον τῇ φύσει, §3.98.6πιστῶς δὲ τὰ πρὸς αὐτὸν διακείμενον, ποιεῖται λόγους ὑπὲρ τῶν ὁμήρων πρὸς τὸν Βώστορα φάσκων, ἐπειδὴ διαβεβήκασι Ῥωμαῖοι τὸν ποταμόν, οὐκέτι δύνασθαι Καρχηδονίους φόβῳ συνέχειν τὰ κατὰ τὴν Ἰβηρίαν, προσδεῖσθαι δὲ τοὺς καιροὺς τῆς τῶν ὑποταττομένων εὐνοίας·
さて、カルタゴ人の将軍ボストルは、ハスドルバルによってローマ人の渡河を阻止するために派遣されたものの、そうする勇気がなく、後退してサグントゥムの海沿いの地域に陣を敷いたままでいたが、アビリュクスはこのボストルがだまされやすく、生まれつき温厚な男であり、また自分に対して全幅の信頼を置いていることを見て取ると、彼に人質について語りかけ、次のように主張した。 ローマ人が川を渡ってしまった以上、カルタゴ人はもはや恐怖によってイベリアの情勢を支配し続けることはできず、今の状況においてはむしろ被支配者たちの好意が求められている、と。
§3.98.7νῦν οὖν ἠγγικότων Ῥωμαίων καὶ προσκαθεζομένων τῇ Ζακάνθῃ, καὶ κινδυνευούσης τῆς πόλεως, ἐὰν ἐξαγαγὼν τοὺς ὁμήρους ἀποκαταστήσῃ τοῖς γονεῦσι καὶ ταῖς πόλεσιν, ἐκλύσειν μὲν αὐτὸν τῶν Ῥωμαίων τὴν φιλοτιμίαν·
「それゆえ今、ローマ人が近づいてサグントゥムを包囲しようとしており、町が危険に瀕している時に、もし彼が人質を連れ出して両親や都市へと返還するならば、ローマ人の先手を打つことになるでしょう。
τοῦτο γὰρ αὐτὸ καὶ μάλιστα σπουδάζειν ἐκείνους πρᾶξαι, κυριεύοντας τῶν ὁμήρων·
なぜなら、彼ら自身が人質を手中に収めることで、まさにこのことを実行しようと最も躍起になっているからです。
§3.98.8ἐκκαλέσεσθαι δὲ τὴν τῶν Ἰβήρων πάντων πρὸς Καρχηδονίους εὔνοιαν, προϊδόμενον τὸ μέλλον καὶ προνοηθέντα τῆς τῶν ὁμήρων ἀσφαλείας.
そして、将来を見越し、人質の安全に配慮することによって、イベリア人全員のカルタゴ人に対する好意を呼び覚ますことになるでしょう」と。
τὴν δὲ χάριν αὐξήσειν ἔφη πολλαπλασίαν, αὐτὸς γενόμενος χειριστὴς τοῦ πράγματος.
さらに、もし自分自身がその実務を執り行う者となれば、その恩義は何倍にも膨らむだろうと彼は語った。
§3.98.9ἀποκαθιστάνων γὰρ εἰς τὰς πόλεις τοὺς παῖδας οὐ μόνον τὴν παρʼ αὐτῶν εὔνοιαν ἐπισπάσεσθαι τῶν γεννησάντων ἀλλὰ καὶ παρὰ τῶν πολλῶν, ὑπὸ τὴν ὄψιν τιθεὶς διὰ τοῦ συμβαίνοντος τὴν Καρχηδονίων πρὸς τοὺς συμμάχους αἵρεσιν καὶ μεγαλοψυχίαν.
というのも、子供たちをそれぞれの都市へと送り届ければ、親たちからだけでなく一般の人々からも好意を引き出すことになり、この一件を通じて、カルタゴ人の同盟者に対する姿勢と寛大さを人々の目の前に示すことになるからである。
§3.98.10προσδοκᾶν δʼ αὐτὸν ἐκέλευσε καὶ δώρων πλῆθος ἰδίᾳ παρὰ τῶν τὰ τέκνα κομιζομένων·
さらに、子供たちを受け取る人々から、個人的にも数多くの贈り物が寄せられることを期待してよいとボストルに促した。
παραδόξως γὰρ ἑκάστους ἐγκρατεῖς γινομένους τῶν ἀναγκαιοτάτων ἅμιλλαν ποιήσεσθαι τῆς εἰς τὸν κύριον τῶν πραγμάτων εὐεργεσίας.
というのも、誰もが思いがけず最も大切なものを手元に取り戻すことで、この事態を差配した者に対する報恩の競い合いが起こるからである。
§3.98.11παραπλήσια δὲ τούτοις ἕτερα καὶ πλείω πρὸς τὸν αὐτὸν τρόπον διαλεχθεὶς ἔπεισε τὸν Βώστορα συγκαταθέσθαι τοῖς
これらに類する他のさらに多くのことを同様の調子で語ることで、彼はボストルを説得し、同意させることに成功した。

語釈・文法注

  1. 3.98.1ὅσαις πόλεσιν ἠπίστησε ... ἔλαβε παρὰ τούτων — 関係詞 ὅσαις は、先行詞となるべき名詞(ここでは πόλεων)を節内に取り込み、かつ本来属格(παρά の支配)になるべきところを関係節内の動詞 ἠπίστησε(与格支配)の格に同化(attract)させている。これに対応する形で主節には代名詞 παρὰ τούτων(これらの都市から)が補われている。
  2. 3.98.4ἐγίνετο πρὸς τῷ ... ἐγχειρίσαι — γίνομαι πρὸς τῷ + 不定詞(名詞句)の構文で、「〜することに没頭する、〜の実行に取りかかる」を意味する。ここでは、アビリュクスが人質の引き渡しという目的へ向けて具体的に動き出したことを示す。
  3. 3.98.5θεωρῶν δὲ τὸν Βώστορα ... τοῦτον μὲν ... — 文頭の分詞 θεωρῶν(〜を見て)の直接の目的語として τὸν Βώστορα が置かれているが、関係節 ὃς ἀπεστάλη ... が長く挿入されたため、主動詞 ποιεῖται に至る前に、同じ目的語が代名詞 τοῦτον μὲν ... として改めて提示される先取り(prolepsis)あるいは重複の構造をとっている。

この箇所を引用する

ポリュビオス, 歴史 §3.98.1-3.98.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.98.1-3.98.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。