§3.98.1γίνεταί τις πραγμάτων περιπέτεια τοιάδε.
发生了如下的事态急转。
καθʼ οὓς καιροὺς Ἀννίβας ἐποιεῖτο τὴν πορείαν εἰς Ἰταλίαν, ὅσαις πόλεσιν ἠπίστησε τῶν κατὰ τὴν Ἰβηρίαν, ἔλαβε παρὰ τούτων ὅμηρα τοὺς υἱεῖς τῶν ἐπιφανεστάτων ἀνδρῶν· οὓς πάντας εἰς τὴν Ζακανθαίων ἀπέθετο πόλιν διά τε τὴν ὀχυρότητα καὶ διὰ τὴν τῶν ἀπολειπομένων ἐπʼ αὐτῆς ἀνδρῶν πίστιν.
在汉尼拔向意大利进军的时期,对于他所不信任的所有伊比利亚城市,他都从这些城市中索取了最显赫人物的儿子作为人质;他将所有人质都安置在萨贡托城,这既是因为该城的坚固,也是因为留守该城的男人们的忠诚。
ἦν δέ τις ἀνὴρ Ἴβηρ, §3.98.2Ἀβίλυξ ὄνομα, κατὰ μὲν τὴν δόξαν καὶ τὴν τοῦ βίου περίστασιν οὐδενὸς δεύτερος Ἰβήρων, κατὰ δὲ τὴν πρὸς Καρχηδονίους εὔνοιαν καὶ πίστιν πολύ τι διαφέρειν δοκῶν τῶν ἄλλων.
当时有一位伊比利亚人,名叫阿比吕克斯,论名声和生活境遇,他在伊比利亚人中首屈一指,而在对迦太基人的好意和忠诚上,他似乎也远远超过其他人。
§3.98.3οὗτος θεωρῶν τὰ πράγματα καὶ νομίσας ἐπικυδεστέρας εἶναι τὰς τῶν Ῥωμαίων ἐλπίδας, συνελογίσατο παρʼ ἑαυτῷ περὶ τῆς τῶν ὁμήρων προδοσίας συλλογισμὸν Ἰβηρικὸν καὶ βαρβαρικόν.
他观察着局势,认为罗马人的前景更为有利,便在心中盘算起一个具有伊比利亚和蛮族特色的背叛人质的计划。
§3.98.4πεισθεὶς γὰρ διότι δύναται μέγας γενέσθαι παρὰ Ῥωμαίοις προσενεγκάμενος ἐν καιρῷ πίστιν ἅμα καὶ χρείαν, ἐγίνετο πρὸς τῷ παρασπονδήσας τοὺς Καρχηδονίους ἐγχειρίσαι τοὺς ὁμήρους τοῖς Ῥωμαίοις.
因为他确信,如果自己能在关键时刻同时展现忠诚并提供帮助,就能在罗马人那里获得显赫的地位,于是他致力于背弃与迦太基人的协定,将人质移交给罗马人。
§3.98.5θεωρῶν δὲ τὸν Βώστορα τὸν τῶν Καρχηδονίων στρατηγόν, ὃς ἀπεστάλη μὲν ὑπʼ Ἀσδρούβου κωλύσων τοὺς Ῥωμαίους διαβαίνειν τὸν ποταμόν, οὐ θαρρήσας δὲ τοῦτο ποιεῖν ἀνακεχωρηκὼς ἐστρατοπέδευε τῆς Ζακάνθης ἐν τοῖς πρὸς θάλατταν μέρεσιν, τοῦτον μὲν ἄκακον ὄντα τὸν ἄνδρα καὶ πρᾷον τῇ φύσει, §3.98.6πιστῶς δὲ τὰ πρὸς αὐτὸν διακείμενον, ποιεῖται λόγους ὑπὲρ τῶν ὁμήρων πρὸς τὸν Βώστορα φάσκων, ἐπειδὴ διαβεβήκασι Ῥωμαῖοι τὸν ποταμόν, οὐκέτι δύνασθαι Καρχηδονίους φόβῳ συνέχειν τὰ κατὰ τὴν Ἰβηρίαν, προσδεῖσθαι δὲ τοὺς καιροὺς τῆς τῶν ὑποταττομένων εὐνοίας· §3.98.7νῦν οὖν ἠγγικότων Ῥωμαίων καὶ προσκαθεζομένων τῇ Ζακάνθῃ, καὶ κινδυνευούσης τῆς πόλεως, ἐὰν ἐξαγαγὼν τοὺς ὁμήρους ἀποκαταστήσῃ τοῖς γονεῦσι καὶ ταῖς πόλεσιν, ἐκλύσειν μὲν αὐτὸν τῶν Ῥωμαίων τὴν φιλοτιμίαν· τοῦτο γὰρ αὐτὸ καὶ μάλιστα σπουδάζειν ἐκείνους πρᾶξαι, κυριεύοντας τῶν ὁμήρων· §3.98.8ἐκκαλέσεσθαι δὲ τὴν τῶν Ἰβήρων πάντων πρὸς Καρχηδονίους εὔνοιαν, προϊδόμενον τὸ μέλλον καὶ προνοηθέντα τῆς τῶν ὁμήρων ἀσφαλείας.
他观察到迦太基人的将领波斯托尔——此人虽被哈斯德鲁巴派来阻止罗马人渡河,但因缺乏勇气而退却,在萨贡托靠近海边的地区安营扎寨——是一个天性天真温和的人,且对他十分信任,便向波斯托尔提起了关于人质的话题,声称既然罗马人已经渡河,迦太基人就无法再通过恐惧来维系伊比利亚的局势,而当前的局势更需要被统治者的好意;因此,现在罗马人已经逼近并包围了萨贡托,城市正处于危险之中,如果他能带出人质并归还给其父母和城市,就会挫败罗马人的企图;因为罗马人自己正最热切地想要通过占有人质来实现这一目的;并且,由于他预见了未来并为人质的安全作了周全考虑,这也将唤起所有伊比利亚人对迦太基人的好意。
τὴν δὲ χάριν αὐξήσειν ἔφη πολλαπλασίαν, αὐτὸς γενόμενος χειριστὴς τοῦ πράγματος.
他还说,如果由他自己来担任此事的执行者,这一恩情将会成倍增加。
§3.98.9ἀποκαθιστάνων γὰρ εἰς τὰς πόλεις τοὺς παῖδας οὐ μόνον τὴν παρʼ αὐτῶν εὔνοιαν ἐπισπάσεσθαι τῶν γεννησάντων ἀλλὰ καὶ παρὰ τῶν πολλῶν, ὑπὸ τὴν ὄψιν τιθεὶς διὰ τοῦ συμβαίνοντος τὴν Καρχηδονίων πρὸς τοὺς συμμάχους αἵρεσιν καὶ μεγαλοψυχίαν.
因为将孩子们送还各个城市,不仅能赢得父母们的感激,也能赢得大众的好意,通过这一事件,能将迦太基人对盟友的政策和宽宏大度展现在人们眼前。
§3.98.10προσδοκᾶν δʼ αὐτὸν ἐκέλευσε καὶ δώρων πλῆθος ἰδίᾳ παρὰ τῶν τὰ τέκνα κομιζομένων· παραδόξως γὰρ ἑκάστους ἐγκρατεῖς γινομένους τῶν ἀναγκαιοτάτων ἅμιλλαν ποιήσεσθαι τῆς εἰς τὸν κύριον τῶν πραγμάτων εὐεργεσίας.
他还让波斯托尔期待那些领回孩子的人私下送来的大量礼物;因为每个人在出乎意料地重新获得最珍贵之物时,都会竞相向促成此事的人表达感激。
§3.98.11παραπλήσια δὲ τούτοις ἕτερα καὶ πλείω πρὸς τὸν αὐτὸν τρόπον διαλεχθεὶς ἔπεισε τὸν Βώστορα συγκαταθέσθαι τοῖς
他用同样的手段说了其他类似且更多的话,说服了波斯托尔同意他的提议。