§3.99.1λεγομένοις.
言われたことに。
καὶ τότε μὲν ἐπανῆλθε, ταξάμενος ἡμέραν, ᾗ παρέσται μετὰ τῶν ἐπιτηδείων πρὸς τὴν ἀνακομιδὴν τῶν παίδων.
そしてその時は、子供たちの引き取りに適した仲間たちとともに自分が現れる日を指定して、アビリュクスは引き返した。
§3.99.2παραγενηθεὶς δὲ νυκτὸς ἐπὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον καὶ συμμίξας τισὶ τῶν συστρατευομένων ἐκείνοις Ἰβήρων διὰ τούτων εἰσῆλθε πρὸς τοὺς στρατηγούς.
夜間にローマ人の陣営へと赴き、彼らとともに従軍していたイベリア人たちの何人かと接触すると、彼らを通じて将軍たちのところへ入った。
§3.99.3ἐκλογιζόμενος δὲ διὰ πλειόνων τὴν ἐσομένην ὁρμὴν καὶ μετάπτωσιν πρὸς αὐτοὺς τῶν Ἰβήρων, ἐὰν ἐγκρατεῖς γένωνται τῶν ὁμήρων, ἐπηγγείλατο παραδώσειν αὐτοῖς τοὺς παῖδας.
そして、もしローマ人が人質を手中に収めるならば、イベリア人たちが彼らに対して抱くことになる熱意と(ローマ側への)転向について詳しく説明し、彼らに子供たちを引き渡すことを約束した。
§3.99.4τῶν δὲ περὶ τὸν Πόπλιον ὑπερβολῇ προθύμως δεξαμένων τὴν ἐλπίδα καὶ μεγάλας ὑπισχνουμένων δωρεάς, τότε μὲν εἰς τὴν ἰδίαν ἀπηλλάγη, συνθέμενος ἡμέραν καὶ καιρὸν καὶ τόπον, ἐν ᾧ δεήσει τοὺς ἐκδεξομένους αὐτὸν ὑπομένειν.
プブリウスらはこの見込みをきわめて熱心に受け入れ、大きな恩賞を約束したので、その時アビリュクスは、自分を迎え入れる者たちが待機すべき日と時刻と場所を取り決めた上で、自らの場所へ立ち去った。
§3.99.5μετὰ δὲ ταῦτα παραλαβὼν τοὺς ἐπιτηδείους τῶν φίλων ἧκε πρὸς τὸν Βώστορα καί, παραδοθέντων αὐτῷ τῶν παίδων ἐκ τῆς Ζακάνθης, νυκτὸς ποιησάμενος τὴν ἔξοδον, ὡς θέλων λαθεῖν, παραπορευθεὶς τὸν χάρακα τῶν πολεμίων ἧκε πρὸς τὸν τεταγμένον καιρὸν καὶ τόπον καὶ πάντας ἐνεχείρισε τοὺς ὁμήρους τοῖς ἡγεμόσι τῶν Ῥωμαίων.
その後、友人たちのうち適した者たちを伴ってボストルのもとへ行き、サグントゥムから子供たちが彼に引き渡されると、人目を忍ぶかのように夜間に出発し、敵の陣地のそばを通り抜けて、定められた時刻と場所に到着し、人質全員をローマの指導者たちに引き渡した。
§3.99.6οἱ δὲ περὶ τὸν Πόπλιον ἐτίμησάν τε διαφερόντως τὸν Ἀβίλυγα καὶ πρὸς τὴν ἀποκατάστασιν τῶν ὁμήρων εἰς τὰς πατρίδας ἐχρήσαντο τούτῳ, συμπέμψαντες τοὺς ἐπιτηδείους.
プブリウスらはアビリュクスを格別に厚遇し、人質たちをそれぞれの故郷へ返還するために彼を用い、適した同行者たちを一緒に派遣した。
§3.99.7ὃς ἐπιπορευόμενος τὰς πόλεις καὶ διὰ τῆς τῶν παίδων ἀποκαταστάσεως τιθεὶς ὑπὸ τὴν ὄψιν τὴν τῶν Ῥωμαίων πρᾳότητα καὶ μεγαλοψυχίαν παρὰ τὴν Καρχηδονίων ἀπιστίαν καὶ βαρύτητα καὶ προσπαρατιθεὶς τὴν αὑτοῦ μετάθεσιν πολλοὺς Ἰβήρων παρώρμησε πρὸς τὴν τῶν Ῥωμαίων φιλίαν.
彼は各都市を巡り、子供たちの返還を通じて、カルタゴ人の不信と過酷さに対比してローマ人の温厚さと寛大さを人々の目の前に示し、さらに自分自身の転向を付け加えることで、多くのイベリア人たちをローマ人との友好関係へと駆り立てた。
§3.99.8Βώστωρ δὲ παιδικώτερον ἢ κατὰ τὴν ἡλικίαν δόξας ἐγκεχειρικέναι τοὺς ὁμήρους τοῖς πολεμίοις οὐκ εἰς τοὺς τυχόντας ἐπεπτώκει κινδύνους.
一方ボストルは、彼の年齢にふさわしくないほど子供じみたやり方で敵に人質を引き渡してしまったと見なされ、並大抵ではない危険に陥った。
§3.99.9καὶ τότε μέν, ἤδη τῆς ὥρας κατεπειγούσης, διέλυον εἰς παραχειμασίαν ἀμφότεροι τὰς δυνάμεις, ἱκανοῦ τινος ἐκ τῆς τύχης γεγονότος συνεργήματος τοῖς Ῥωμαίοις τοῦ περὶ τοὺς παῖδας πρὸς τὰς ἐπικειμένας ἐπιβολάς.
そしてその時は、すでに季節が迫っていたため、両者とも冬営のために軍隊を解散したが、その際、子供たちをめぐる一件が、今後の計画に向けてローマ人にとって運命から与えられた十分な助けとなっていた。
καὶ τὰ μὲν κατὰ τὴν Ἰβηρίαν ἐν τούτοις ἦν.
そして、イベリアにおける情勢はこのようであった。