§3.97.1αὐτὸς ἀνεκομίσθη πρὸς τὰς πεζικὰς δυνάμεις·
彼自身は陸上部隊のもとへと帰還した。
οἱ δʼ ἐκ τῆς συγκλήτου πυθόμενοι τὸ γεγονὸς προτέρημα διὰ τοῦ Γναΐου περὶ τὴν ναυμαχίαν καὶ νομίσαντες χρήσιμον εἶναι, μᾶλλον δʼ ἀναγκαῖον τὸ μὴ προΐεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν, ἀλλʼ ἐνίστασθαι τοῖς Καρχηδονίοις καὶ τὸν πόλεμον αὔξειν, §3.97.2προχειρισάμενοι ναῦς εἴκοσι καὶ στρατηγὸν ἐπιστήσαντες Πόπλιον Σκιπίωνα κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἐξαπέστελλον μετὰ σπουδῆς πρὸς τὸν ἀδελφὸν Γνάιον, κοινῇ πράξοντα μετʼ ἐκείνου τὰ κατὰ τὴν Ἰβηρίαν.
一方、元老院の議員たちは、グナエウスによってもたらされた海戦での勝利の知らせを聞き、イベリアにおける情勢を放置するのではなく、カルタゴ人に立ち向かって戦争を拡大することが有益であり、むしろ不可欠であると考え、二十隻の船を用意し、当初の計画に従ってプブリウス・スキピオを将軍に任命した上で、イベリアにおける情勢を彼と共同で処理させるために、急ぎ彼の兄弟であるグナエウスのもとへと派遣した。
§3.97.3πάνυ γὰρ ἠγωνίων μὴ κρατήσαντες Καρχηδόνιοι τῶν τόπων ἐκείνων καὶ περιποιησάμενοι χορηγίας ἀφθόνους καὶ χεῖρας ἀντιποιήσωνται μὲν τῆς θαλάττης ὁλοσχερέστερον, συνεπιθῶνται δὲ τοῖς κατὰ τὴν Ἰταλίαν, στρατόπεδα πέμποντες καὶ χρήματα τοῖς περὶ τὸν Ἀννίβαν.
というのも彼らは、カルタゴ人がそれらの地域を支配し、豊富な物資と兵力を手に入れて、より完全に制海権を争うようになり、ハンニバルの一行に軍隊や資金を送ることでイタリアでの戦いにも加勢して襲いかかることを非常に恐れていたからである。
§3.97.4διόπερ ἐν μεγάλῳ τιθέμενοι καὶ τοῦτον τὸν πόλεμον ἐξαπέστειλαν τάς τε ναῦς καὶ τὸν Πόπλιον.
それゆえに、この戦争をも重大なものとみなして、船とプブリウスを派遣したのである。
ὃς καὶ παραγενόμενος εἰς Ἰβηρίαν καὶ συμμίξας τἀδελφῷ μεγάλην παρεῖχε χρείαν τοῖς κοινοῖς πράγμασιν.
このプブリウスは、イベリアに到着して兄弟と合流すると、共同の事業に多大なる貢献をすることとなった。
§3.97.5οὐδέποτε γὰρ πρότερον θαρρήσαντες διαβῆναι τὸν Ἴβηρα ποταμόν, ἀλλʼ ἀσμενίζοντες τῇ τῶν ἐπὶ τάδε φιλίᾳ καὶ συμμαχίᾳ τότε διέβησαν καὶ τότε πρῶτον ἐθάρρησαν ἀντιποιεῖσθαι τῶν πέραν πραγμάτων, μεγάλα καὶ ταὐτομάτου συνεργήσαντος σφίσι πρὸς τοὺς περιεστῶτας καιρούς.
なぜなら、彼らはそれまで一度もエブロ川を渡る勇気を持たず、この側の住民との友好と同盟に甘んじていたが、この時に川を渡り、この時に初めて川の向こう側の情勢に関与することを決意したからであり、それには取り巻く情勢に対して偶然の力も彼らにとって大いに味方したのである。
§3.97.6ἐπειδὴ γὰρ καταπληξάμενοι τοὺς περὶ τὴν διάβασιν οἰκοῦντας τῶν Ἰβήρων ἧκον πρὸς τὴν τῶν Ζακανθαίων πόλιν, ἀποσχόντες σταδίους ὡς τετταράκοντα περὶ τὸ τῆς Ἀφροδίτης ἱερὸν κατεστρατοπέδευσαν,
実際、川の渡河地点の周辺に住むイベリア人たちを畏怖させた後、彼らはサグントゥムの町へと至り、そこから四十スタディオンほど離れたアプロディテの神殿の周辺に陣を敷いた。
§3.97.7λαβόντες τόπον εὐφυῶς κείμενον πρός τε τὴν ἀπὸ τῶν πολεμίων ἀσφάλειαν καὶ πρὸς τὴν ἐκ θαλάττης χορηγίαν·
敵に対する安全性にとっても、海からの物資補給にとっても、好都合な位置にある場所を確保したからである。
§3.97.8ὁμοῦ γὰρ αὐτοῖς συνέβαινε καὶ τὸν στόλον ποιεῖσθαι τὸν παράπλουν.
というのも、同時に彼らにとっては艦隊が沿岸を航行している状況であったからである。
ἔνθα δὴ
そこでまさに