Humanitext Reader

波利比奥斯 · 历史 §3.97.1-3.97.8

西庇阿兄弟会师与渡过埃布罗河

第 256 段,共 1311 段 · 希腊语

内容简介

罗马元老院得知海战胜利后,决定加强在伊比利亚的军事行动,派遣普布利乌斯·西庇阿率领二十艘战船前往。西庇阿兄弟会合后,首次渡过埃布罗河,在萨贡托附近安营扎寨,展开攻势。

§3.97.1αὐτὸς ἀνεκομίσθη πρὸς τὰς πεζικὰς δυνάμεις·
他自己则返回到了陆军部队中。
οἱ δʼ ἐκ τῆς συγκλήτου πυθόμενοι τὸ γεγονὸς προτέρημα διὰ τοῦ Γναΐου περὶ τὴν ναυμαχίαν καὶ νομίσαντες χρήσιμον εἶναι, μᾶλλον δʼ ἀναγκαῖον τὸ μὴ προΐεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν, ἀλλʼ ἐνίστασθαι τοῖς Καρχηδονίοις καὶ τὸν πόλεμον αὔξειν, §3.97.2προχειρισάμενοι ναῦς εἴκοσι καὶ στρατηγὸν ἐπιστήσαντες Πόπλιον Σκιπίωνα κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἐξαπέστελλον μετὰ σπουδῆς πρὸς τὸν ἀδελφὸν Γνάιον, κοινῇ πράξοντα μετʼ ἐκείνου τὰ κατὰ τὴν Ἰβηρίαν.
而元老院的议员们听闻了通过格奈乌斯在海战中所取得的胜利,并认为不放弃伊比利亚的事务,而是对抗迦太基人并扩大战争是有益的,甚至可以说是不可或缺的,于是便准备了二十艘战船,并按照最初的计划任命普布利乌斯·西庇阿为将领,急忙将他派往其兄弟格奈乌斯处,以便与他共同处理伊比利亚的事务。
§3.97.3πάνυ γὰρ ἠγωνίων μὴ κρατήσαντες Καρχηδόνιοι τῶν τόπων ἐκείνων καὶ περιποιησάμενοι χορηγίας ἀφθόνους καὶ χεῖρας ἀντιποιήσωνται μὲν τῆς θαλάττης ὁλοσχερέστερον, συνεπιθῶνται δὲ τοῖς κατὰ τὴν Ἰταλίαν, στρατόπεδα πέμποντες καὶ χρήματα τοῖς περὶ τὸν Ἀννίβαν.
因为他们非常担心,如果迦太基人控制了那些地区并获得了充足的物资和兵力,就会更彻底地争夺制海权,并通过向汉尼拔的军队派遣援军和资金,联合袭击意大利的局势。
§3.97.4διόπερ ἐν μεγάλῳ τιθέμενοι καὶ τοῦτον τὸν πόλεμον ἐξαπέστειλαν τάς τε ναῦς καὶ τὸν Πόπλιον.
因此,他们对这场战争也极为重视,派遣了这些战船和普布利乌斯。
ὃς καὶ παραγενόμενος εἰς Ἰβηρίαν καὶ συμμίξας τἀδελφῷ μεγάλην παρεῖχε χρείαν τοῖς κοινοῖς πράγμασιν.
普布利乌斯抵达伊比利亚并与他的兄弟会合后,对共同的事业做出了巨大的贡献。
§3.97.5οὐδέποτε γὰρ πρότερον θαρρήσαντες διαβῆναι τὸν Ἴβηρα ποταμόν, ἀλλʼ ἀσμενίζοντες τῇ τῶν ἐπὶ τάδε φιλίᾳ καὶ συμμαχίᾳ τότε διέβησαν καὶ τότε πρῶτον ἐθάρρησαν ἀντιποιεῖσθαι τῶν πέραν πραγμάτων, μεγάλα καὶ ταὐτομάτου συνεργήσαντος σφίσι πρὸς τοὺς περιεστῶτας καιρούς.
因为他们此前从未敢于渡过埃布罗河,而仅满足于与河流此岸的人民友好同盟,但此时他们渡过了河,并且是首次敢于争夺彼岸的事务,在当时周遭的局势下,偶然的机遇也极大地协助了他们。
§3.97.6ἐπειδὴ γὰρ καταπληξάμενοι τοὺς περὶ τὴν διάβασιν οἰκοῦντας τῶν Ἰβήρων ἧκον πρὸς τὴν τῶν Ζακανθαίων πόλιν, ἀποσχόντες σταδίους ὡς τετταράκοντα περὶ τὸ τῆς Ἀφροδίτης ἱερὸν κατεστρατοπέδευσαν, §3.97.7λαβόντες τόπον εὐφυῶς κείμενον πρός τε τὴν ἀπὸ τῶν πολεμίων ἀσφάλειαν καὶ πρὸς τὴν ἐκ θαλάττης χορηγίαν· §3.97.8ὁμοῦ γὰρ αὐτοῖς συνέβαινε καὶ τὸν στόλον ποιεῖσθαι τὸν παράπλουν.
事实上,在震慑了居住在渡口周边的伊比利亚人之后,他们来到了萨贡托人的城市,并在距离该城约四十斯塔迪亚的阿佛洛狄忒神庙附近安营扎寨,占据了一个不论是对防范敌人的安全,还是对来自海上的物资供应都极为有利的地点;因为与此同时,他们的舰队也在沿岸航行。
ἔνθα δὴ
就在那里,

词汇与语法注释

  1. 3.97.2κοινῇ πράξοντα — 目的将来主动分词。πράξοντα 是 πράττω 的将来时分词单数阳性宾格,与前文的宾语 Πόπλιον Σκιπίωνα 一致,表示元老院派遣他的意图或目的(“为了共同处理”)。
  2. 3.97.3μὴ ... ἀντιποιήσωνται — 引导表示担忧、恐惧的 μὴ 从句,隶属于动词 ἠγωνίων(ἀγωνιάω“深感忧虑、担忧”的未完成过去时)。此处接虚拟式不定过去时(ἀντιποιήσωνται 与 συνεπιθῶνται),表示“唯恐……”、“担心……”。
  3. 3.97.5καὶ ταὐτομάτου συνεργήσαντος σφίσι — 属格独立结构(genitive absolute)。其中的 ταὐτομάτου 是 τοῦ αὐτομάτου 的缩合形(crasis),作名词使用,意为“偶然、命运”,在此担任分词 συνεργήσαντος(源自 συνεργέω“协作、协助”的不定过去时属格分词)的主语。

引用这一段

波利比奥斯, 历史 §3.97.1-3.97.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.97.1-3.97.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。