Humanitext Reader

ポリュビオス · 歴史 §3.95.1-3.95.8

ハスドルバルの進軍とスキピオの艦隊出撃

254 / 1311 箇所 · ギリシア語

要旨

イベリアでハスドルバルが陸海からエブロ川への進軍を開始する。これに対し、ローマのグナエウス・スキピオは陸上での迎撃を断念して艦隊を出航させ、マッサリア人の協力を得てカルタゴ艦隊を奇襲しようとする。

§3.95.1τὰ μὲν οὖν κατὰ τὴν Ἰταλίαν τοιαύτην εἶχε τὴν διάθεσιν.
イタリアにおける状況は、以上のようであった。
§3.95.2κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ταῖς προειρημέναις πράξεσιν Ἀσδρούβας ὁ τεταγμένος ἐπὶ τῆς Ἰβηρίας στρατηγὸς κατηρτικὼς ἐν τῇ παραχειμασίᾳ τὰς ὑπὸ τἀδελφοῦ καταλειφθείσας τριάκοντα ναῦς καὶ δέκα προσπεπληρωκὼς ἄλλας, ἀρχομένης τῆς θερείας ἀνήχθη τετταράκοντα ναυσὶ καταφράκτοις ἐκ Καινῆς πόλεως, προχειρισάμενος Ἀμίλκαν τοῦ στόλου ναύαρχον.
前述の出来事と同じ時期に、イベリアの指揮を任されていた将軍ハスドルバルは、冬営の間に兄弟から残された三十隻の船を整備し、さらに十隻を新たに補充して、夏の初めに、ハミルカルを艦隊の指揮官に任命した上で、四十隻の甲板船を率いてカルタゴ・ノヴァから出航した。
§3.95.3ἅμα δὲ καὶ τὴν πεζὴν ἐκ τῆς παραχειμασίας ἡθροικὼς δύναμιν ἀνέζευξε·
彼はまた、同時に冬営地から歩兵戦力を集めて進軍を開始した。
καὶ ταῖς μὲν ναυσὶ παρὰ τὴν χέρσον ἐποιεῖτο τὸν πλοῦν, τοῖς δὲ πεζοῖς τὴν πορείαν παρὰ τὸν αἰγιαλόν, σπεύδων ἀμφοτέραις ἅμα ταῖς δυνάμεσι καταζεῦξαι πρὸς τὸν Ἴβηρα ποταμόν.
そして、両方の軍勢を同時にエブロ川に到着させるべく、艦隊は陸地沿いに航行させ、歩兵は海岸沿いを行軍させた。
§3.95.4Γνάιος δὲ τὰς ἐπιβολὰς συλλογιζόμενος τῶν Καρχηδονίων τὸ μὲν πρῶτον ἐπεβάλετο κατὰ γῆν καὶ κατὰ θάλατταν ἐκ τῆς παραχειμασίας ποιεῖσθαι τὴν ἀπάντησιν.
一方グナエウスは、カルタゴ人の意図を推し量り、当初は冬営地から出て陸上と海上の双方で迎え撃とうと考えていた。
§3.95.5ἀκούων δὲ τὸ πλῆθος τῶν δυνάμεων καὶ τὸ μέγεθος τῆς παρασκευῆς τὸ μὲν κατὰ γῆν ἀπαντᾶν ἀπεδοκίμασε, συμπληρώσας δὲ πέντε καὶ τριάκοντα ναῦς καὶ λαβὼν ἐκ τοῦ πεζικοῦ στρατεύματος τοὺς ἐπιτηδειοτάτους ἄνδρας πρὸς τὴν ἐπιβατικὴν χρείαν ἀνήχθη καὶ κατῆρε δευτεραῖος ἐκ Ταρράκωνος εἰς τοὺς περὶ τὸν Ἴβηρα ποταμὸν τόπους.
しかし、敵の軍勢の多さとその準備の規模の大きさを耳にすると、陸上での迎撃は断念し、三十五隻の船を艤装し、歩兵軍の中から海兵としての任務に最も適した男たちを選び抜いた上で出航し、タラコから二日目にエブロ川周辺の地域に入港した。
§3.95.6καθορμισθεὶς δὲ τῶν πολεμίων ἐν ἀποστήματι περὶ τοὺς ὀγδοήκοντα σταδίους προαπέστειλε κατασκεψομένας δύο ναῦς ταχυπλοούσας Μασσαλιητικάς·
敵から約八十スタディオン離れた場所に投錨すると、彼は偵察のためにマッサリアの快速船二隻を先遣隊として派遣した。
καὶ γὰρ προκαθηγοῦντο καὶ προεκινδύνευον οὗτοι καὶ πᾶσαν ἀποτόμως σφίσι παρείχοντο τὴν χρείαν.
というのも、マッサリア人は案内役を務め、率先して危険を引き受け、ローマ人に対して何から何まで惜しみなく尽力していたからである。
§3.95.7εὐγενῶς γάρ, εἰ καί τινες ἕτεροι, κεκοινωνήκασι Ῥωμαίοις πραγμάτων καὶ Μασσαλιῶται, πολλάκις μὲν καὶ μετὰ ταῦτα, μάλιστα δὲ κατὰ τὸν Ἀννιβιακὸν πόλεμον.
実に、マッサリア人は他の誰にも劣らず高潔にローマ人と苦楽をともにしてきたのであり、それはその後も度々のことであったが、とりわけこのハンニバル戦争において顕著であった。
§3.95.8διασαφούντων δὲ τῶν ἐπὶ τὴν κατασκοπὴν ἐκπεμφθέντων ὅτι περὶ τὸ στόμα τοῦ ποταμοῦ συμβαίνει τὸν τῶν ὑπεναντίων ὁρμεῖν στόλον, ἀνήγετο κατὰ σπουδήν, βουλόμενος ἄφνω προσπεσεῖν τοῖς
偵察に派遣された者たちが、敵の艦隊が河口付近に停泊していることを知らせるや、彼は敵の不意を突いて急襲しようと急ぎ出航した。

語釈・文法注

  1. 3.95.2τοὺς αὐτοὺς καιροὺς ταῖς προειρημέναις πράξεσιν — 与格の ταῖς προειρημέναις πράξεσιν は、同一性を表す形容詞 ὁ αὐτός (τοὺς αὐτοὺς καιρούς) に係り、「前述の出来事と同じ(時期に)」という同等・随伴の意味を表す。
  2. 3.95.5δευτεραῖος — 順序や日数を示す形容詞が主語(グナエウス)と一致して、副詞的に「二日目に」という意味を表す典型的な用法。
  3. 3.95.6καθορμισθεὶς δὲ τῶν πολεμίων ἐν ἀποστήματι — 属格の τῶν πολεμίων は、間隔を表す名詞句 ἐν ἀποστήματι(〜の距離を空けて)に係る。分詞 καθορμισθεὶς(投錨した、停泊した)は主語と一致する主格分詞。
  4. 3.95.7εἰ καί τινες ἕτεροι — 条件節を伴う省略を含んだ慣用表現で、直訳すると「もし他の人々(がそのように結びついた)としても」となり、「他の誰にも劣らず」「他の誰よりも」という最上級に準ずる強調の意味を持つ。

この箇所を引用する

ポリュビオス, 歴史 §3.95.1-3.95.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.95.1-3.95.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。