Humanitext Reader

波利比奥斯 · 历史 §3.95.1-3.95.8

哈斯德鲁巴的推进与西庇阿的舰队出击

第 254 段,共 1311 段 · 希腊语

内容简介

在伊比利亚,哈斯德鲁巴开始陆海并进向埃布罗河推进。对此,格奈乌斯·西庇阿放弃陆路迎击,装备舰队出航,并在马萨利亚人的协助下企图奇袭迦太基舰队。

§3.95.1τὰ μὲν οὖν κατὰ τὴν Ἰταλίαν τοιαύτην εἶχε τὴν διάθεσιν.
因此,意大利的局势处于这样一种状态。
§3.95.2κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ταῖς προειρημέναις πράξεσιν Ἀσδρούβας ὁ τεταγμένος ἐπὶ τῆς Ἰβηρίας στρατηγὸς κατηρτικὼς ἐν τῇ παραχειμασίᾳ τὰς ὑπὸ τἀδελφοῦ καταλειφθείσας τριάκοντα ναῦς καὶ δέκα προσπεπληρωκὼς ἄλλας, ἀρχομένης τῆς θερείας ἀνήχθη τετταράκοντα ναυσὶ καταφράκτοις ἐκ Καινῆς πόλεως, προχειρισάμενος Ἀμίλκαν τοῦ στόλου ναύαρχον.
与前述事件几乎在同一时期,被委任指挥伊比利亚的将军哈斯德鲁巴在冬营期间,整修了其兄弟留下的三十艘战船,并新装备了另外十艘,于初夏时分,任命哈米尔卡为舰队指挥官,率领四十艘甲板船从新迦太基出航。
§3.95.3ἅμα δὲ καὶ τὴν πεζὴν ἐκ τῆς παραχειμασίας ἡθροικὼς δύναμιν ἀνέζευξε· καὶ ταῖς μὲν ναυσὶ παρὰ τὴν χέρσον ἐποιεῖτο τὸν πλοῦν, τοῖς δὲ πεζοῖς τὴν πορείαν παρὰ τὸν αἰγιαλόν, σπεύδων ἀμφοτέραις ἅμα ταῖς δυνάμεσι καταζεῦξαι πρὸς τὸν Ἴβηρα ποταμόν.
与此同时,他也从冬营地召集了陆军部队并开始进军;战船沿着陆地航行,而步兵则沿着海岸行军,急于使两支部队同时抵达埃布罗河。
§3.95.4Γνάιος δὲ τὰς ἐπιβολὰς συλλογιζόμενος τῶν Καρχηδονίων τὸ μὲν πρῶτον ἐπεβάλετο κατὰ γῆν καὶ κατὰ θάλατταν ἐκ τῆς παραχειμασίας ποιεῖσθαι τὴν ἀπάντησιν.
而格奈乌斯推测迦太基人的意图,起初打算从冬营地出发,在陆地和海上同时迎击。
§3.95.5ἀκούων δὲ τὸ πλῆθος τῶν δυνάμεων καὶ τὸ μέγεθος τῆς παρασκευῆς τὸ μὲν κατὰ γῆν ἀπαντᾶν ἀπεδοκίμασε, συμπληρώσας δὲ πέντε καὶ τριάκοντα ναῦς καὶ λαβὼν ἐκ τοῦ πεζικοῦ στρατεύματος τοὺς ἐπιτηδειοτάτους ἄνδρας πρὸς τὴν ἐπιβατικὴν χρείαν ἀνήχθη καὶ κατῆρε δευτεραῖος ἐκ Ταρράκωνος εἰς τοὺς περὶ τὸν Ἴβηρα ποταμὸν τόπους.
但当他听说敌军的数量之多和准备规模之大时,便放弃了在陆地上迎击的想法,转而装备了三十五艘战船,并从陆军中挑选了最适合担任海兵的士兵,随后出航,并在离开塔拉科的第二天抵达埃布罗河附近的地区。
§3.95.6καθορμισθεὶς δὲ τῶν πολεμίων ἐν ἀποστήματι περὶ τοὺς ὀγδοήκοντα σταδίους προαπέστειλε κατασκεψομένας δύο ναῦς ταχυπλοούσας Μασσαλιητικάς· καὶ γὰρ προκαθηγοῦντο καὶ προεκινδύνευον οὗτοι καὶ πᾶσαν ἀποτόμως σφίσι παρείχοντο τὴν χρείαν.
在距离敌军约八十斯塔迪翁处下锚后,他派出两艘马萨利亚的快速战船先行侦察;因为这些人常常担任先导并率先涉险,并毫无保留地向罗马人提供一切所需的协助。
§3.95.7εὐγενῶς γάρ, εἰ καί τινες ἕτεροι, κεκοινωνήκασι Ῥωμαίοις πραγμάτων καὶ Μασσαλιῶται, πολλάκις μὲν καὶ μετὰ ταῦτα, μάλιστα δὲ κατὰ τὸν Ἀννιβιακὸν πόλεμον.
因为,如果说有谁曾以高贵的热忱与罗马人共患难,那么马萨利亚人确实做到了,在此后的多次事件中都是如此,尤其是在汉尼拔战争期间。
§3.95.8διασαφούντων δὲ τῶν ἐπὶ τὴν κατασκοπὴν ἐκπεμφθέντων ὅτι περὶ τὸ στόμα τοῦ ποταμοῦ συμβαίνει τὸν τῶν ὑπεναντίων ὁρμεῖν στόλον, ἀνήγετο κατὰ σπουδήν, βουλόμενος ἄφνω προσπεσεῖν τοῖς
当派出侦察的人报告说敌方舰队正停泊在河口附近时,他急忙出航,企图出其不意地袭击他们。

词汇与语法注释

  1. 3.95.2τοὺς αὐτοὺς καιροὺς ταῖς προειρημέναις πράξεσιν — 与格的 ταῖς προειρημέναις πράξεσιν 依附于表示同一性的形容词 ὁ αὐτός(在 τοὺς αὐτοὺς καιρούς 中),表示“与前述事件相同(的时间)”。
  2. 3.95.5δευτεραῖος — 表示顺序或天数的形容词(δευτεραῖος)与主语一致,以副词性用法表示“在第二天”。
  3. 3.95.6καθορμισθεὶς δὲ τῶν πολεμίων ἐν ἀποστήματι — 属格的 τῶν πολεμίων 依附于表示距离的名词短语 ἐν ἀποστήματι(“距离……的距离”)。分词 καθορμισθεὶς 与主语一致。
  4. 3.95.7εἰ καί τινες ἕτεροι — 带条件从句的省略性惯用表达,直译为“即使有其他任何人(也这样做的话)”,表示“不亚于其他任何人”或“比任何人都更……”的强调意义。

引用这一段

波利比奥斯, 历史 §3.95.1-3.95.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.95.1-3.95.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。