§3.94.1ἧκε πρὸς τὰ στενὰ καὶ τὰς διεκβολάς.
(ハンニバルは)狭路と通り抜け口へと到着した。
τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοῖς στενοῖς φυλάττοντες ἅμα τῷ συνιδεῖν τὰ φῶτα προσβάλλοντα πρὸς τὰς ὑπερβολάς, νομίσαντες ταύτῃ ποιεῖσθαι τὴν ὁρμὴν τὸν Ἀννίβαν, ἀπολιπόντες τὰς δυσχωρίας παρεβοήθουν τοῖς ἄκροις.
一方、ローマ人のうち狭路を警備していた者たちは、光が峠に向かって進んでいくのを見るやいなや、ハンニバルがそちらの方向に突撃を行っているのだと考えて、隘路を離れて高地へと救援に赴いた。
§3.94.2ἐγγίζοντες δὲ τοῖς βουσὶν ἠποροῦντο διὰ τὰ φῶτα, μεῖζόν τι τοῦ συμβαίνοντος καὶ δεινότερον ἀναπλάττοντες καὶ προσδοκῶντες.
彼らは牛たちに近づいたが、その光のために途方に暮れ、実際に起きていることよりも重大で恐ろしい事態を想像し、予期した。
ἐπιγενομένων δὲ τῶν λογχοφόρων, §3.94.3οὗτοι μὲν βραχέα πρὸς ἀλλήλους ἀκροβολισάμενοι, τῶν βοῶν αὐτοῖς ἐμπιπτόντων ἔμειναν διαστάντες ἐπὶ τῶν ἄκρων ἀμφότεροι καὶ προσανεῖχον καραδοκοῦντες τὴν ἐπιφάνειαν τῆς ἡμέρας διὰ τὸ μὴ δύνασθαι γνῶναι τὸ γινόμενον.
そこへ槍兵たちが到着すると、彼らは互いに少しの間小競り合いをしたが、牛たちが彼らに突っ込んできたため、双方は山頂で互いに離れて留まり、何が起こっているのかを知ることができなかったために、夜明けを待ち望みつつ警戒を怠らなかった。
§3.94.4Φάβιος δὲ τὰ μὲν ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι καὶ κατὰ τὸν ποιητὴν ὀισσάμενος δόλον εἶναι, τὰ δὲ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν οὐδαμῶς κρίνων ἐκκυβεύειν οὐδὲ παραβάλλεσθαι τοῖς ὅλοις, ἦγε τὴν ἡσυχίαν ἐπὶ τῷ χάρακι καὶ προσεδέχετο τὴν ἡμέραν.
一方ファビウスは、一方では起きていることに当惑し、詩人の言うように策略があるのではないかと疑い、他方では当初からの基本方針に従って、決して一か八かの勝負に出たり、大勢を危険にさらしたりすべきではないと判断したため、陣営の内に静かに留まり、夜明けを待った。
§3.94.5κατὰ δὲ τὸν καιρὸν τοῦτον Ἀννίβας, προχωρούντων αὐτῷ τῶν πραγμάτων κατὰ τὴν ἐπιβολήν, τήν τε δύναμιν διεκόμισε διὰ τῶν στενῶν μετʼ ἀσφαλείας καὶ τὴν λείαν, λελοιπότων τοὺς τόπους τῶν παραφυλαττόντων τὰς δυσχωρίας.
この間にハンニバルは、物事が彼の計画通りに進んだため、難所を監視していた者たちがその場所を去っていたこともあり、自軍の兵力と戦利品を安全に狭路を通過させた。
§3.94.6ἅμα δὲ τῷ φωτὶ συνιδὼν τοὺς ἐν τοῖς ἄκροις ἀντικαθημένους τοῖς λογχοφόροις ἐπαπέστειλέ τινας τῶν Ἰβήρων, οἳ καὶ συμμίξαντες κατέβαλον μὲν τῶν Ῥωμαίων εἰς χιλίους, ῥᾳδίως δὲ τοὺς παρὰ σφῶν εὐζώνους ἐκδεξάμενοι κατεβίβασαν.
そして夜が明けると、山頂で槍兵たちと対峙している者たちを見て、イベリア人の一部を送り出し、彼らは敵と交戦してローマ人のうち約千人を討ち倒し、自軍の軽装兵たちを容易に救出して連れ下りてきた。
§3.94.7Ἀννίβας μὲν οὖν τοιαύτην ἐκ τοῦ Φαλέρνου ποιησάμενος τὴν ἔξοδον, λοιπὸν ἤδη στρατοπεδεύων ἀσφαλῶς κατεσκέπτετο καὶ προυνοεῖτο περὶ τῆς χειμασίας ποῦ καὶ πῶς ποιήσεται, μέγαν φόβον καὶ πολλὴν ἀπορίαν παρεστακὼς ταῖς πόλεσι καὶ τοῖς κατὰ τὴν Ἰταλίαν ἀνθρώποις.
こうしてハンニバルはファレルヌス平原からこのように脱出を遂げ、今や安全に陣営を張りつつ、イタリアの諸都市と人々に対して大きな恐怖と深刻な当惑をもたらしながら、冬営をどこでどのように行うかについて、さらに偵察し配慮をめぐらせていた。
§3.94.8Φάβιος δὲ κακῶς μὲν ἤκουε παρὰ τοῖς πολλοῖς, ὡς ἀνάνδρως ἐκ τοιούτων τόπων προέμενος τοὺς ὑπεναντίους, οὐ μὴν ἀφίστατό γε τῆς προθέσεως.
一方ファビウスは、そのような場所から卑怯にも敵を逃がしてしまったとして、多くの人々から酷評されていたが、それでも自らの方針を断念することはなかった。
§3.94.9καὶ ἀναγκασθεὶς δὲ μετʼ ὀλίγας ἡμέρας ἐπί τινας ἀπελθεῖν θυσίας εἰς τὴν Ῥώμην παρέδωκεν τῷ συνάρχοντι τὰ στρατόπεδα καὶ πολλὰ χωριζόμενος ἐνετείλατο μὴ τοσαύτην ποιεῖσθαι σπουδὴν ὑπὲρ τοῦ βλάψαι τοὺς πολεμίους ἡλίκην ὑπὲρ τοῦ μηδὲν αὐτοὺς παθεῖν δεινόν.
また、数日後に、ある犠牲祭のためにローマへと戻ることを余儀なくされたとき、彼は同僚に軍団を引き渡し、出発するにあたって、敵に打撃を与えることに対して、自分たちが何か手痛い打撃を被らないことに対するのと同ほどの熱意を傾けないようにと、繰り返し指示した。
§3.94.10ὧν οὐδὲ μικρὸν ἐν νῷ τιθέμενος Μάρκος ἔτι λέγοντος αὐτοῦ ταῦτα πρὸς τῷ παραβάλλεσθαι καὶ τῷ διακινδυνεύειν ὅλος καὶ πᾶς ἦν.
マルクスはこれらのことをいささかも心に留めず、ファビウスがまだこれらのことを語っているうちから、全面的に、一か八かの勝負に出て危険を冒すことばかりに没頭していた。