§3.91.1οὐ μὴν ἀλλʼ ὅ γʼ Ἀννίβας εἰκότως ἐπὶ τούτους κατήντα τοὺς λογισμούς.
然而,汉尼拔有充分的理由得出这些考量。
§3.91.2τὰ γὰρ πεδία τὰ κατὰ Καπύην ἐπιφανέστατα μέν ἐστι τῶν κατὰ τὴν Ἰταλίαν καὶ διὰ τὴν ἀρετὴν καὶ διὰ τὸ κάλλος καὶ διὰ τὸ πρὸς αὐτῇ κεῖσθαι τῇ θαλάττῃ καὶ τούτοις χρῆσθαι τοῖς ἐμπορίοις, εἰς ἃ σχεδὸν ἐκ πάσης τῆς οἰκουμένης κατατρέχουσιν οἱ πλέοντες εἰς Ἰταλίαν.
因为卡普亚周围的平原在意大利最为著名,这不仅是因为其肥沃与美丽,还因为它们紧邻大海,并能利用那些供几乎来自整个已知世界的航海者前往意大利时聚集的商业港口。
§3.91.3περιέχουσι δὲ καὶ τὰς ἐπιφανεστάτας καὶ καλλίστας πόλεις τῆς Ἰταλίας ἐν αὑτοῖς.
并且,这些平原将意大利最著名、最美丽的城市包容在自身之中。
§3.91.4τὴν μὲν γὰρ παραλίαν αὐτῶν Σενοεσανοὶ καὶ Κυμαῖοι καὶ Δικαιαρχῖται νέμονται, πρὸς δὲ τούτοις Νεαπολῖται, τελευταῖον δὲ τὸ τῶν Νουκερίνων ἔθνος.
它们的沿海地区由西努埃萨人、库麦人和迪凯阿尔基亚人所占据,此外还有那不勒斯人,最后是努克里亚人的部族。
§3.91.5τῆς δὲ μεσογαίου τὰ μὲν πρὸς τὰς ἄρκτους Καληνοὶ καὶ Τιανῖται κατοικοῦσι, τὰ δὲ πρὸς ἕω καὶ μεσημβρίαν Δαύνιοι §3.91.6καὶ Νωλανοί.
至于内陆地区,北面由卡莱斯人和泰亚努姆人居住,东面和南面则由达乌尼亚人与诺拉人居住。
κατὰ μέσα δὲ τὰ πεδία κεῖσθαι συμβαίνει τὴν πασῶν ποτε μακαριωτάτην γεγονυῖαν πόλιν Καπύην.
而在平原的正中央,坐落着曾是所有城市中最幸福的卡普亚城。
§3.91.7ἐπιεικέστατος δὲ καὶ παρὰ τοῖς μυθογράφοις ὁ περὶ τούτων τῶν πεδίων λέγεται λόγος· προσαγορεύεται δὲ καὶ ταῦτα Φλεγραῖα, καθάπερ καὶ ἕτερα τῶν ἐπιφανῶν πεδίων· θεούς γε μὴν μάλιστα περὶ τούτων εἰκὸς ἠρικέναι διὰ τὸ κάλλος καὶ τὴν ἀρετὴν αὐτῶν.
神话作家们对这些平原也有非常合情合理的传说;这些平原也被称为“弗莱格拉”,就像其他一些著名的平原一样;而且,诸神因其美丽与肥沃而特别为这些平原展开争夺,也是非常自然的事。
§3.91.8ἅμα δὲ τοῖς προειρημένοις ὀχυρὰ δοκεῖ καὶ δυσέμβολα τελέως εἶναι τὰ πεδία· τὰ μὲν γὰρ θαλάττῃ τὸ δὲ πλεῖον ὄρεσι μεγάλοις πάντῃ καὶ συνεχέσι περιέχεται, διʼ ὧν εἰσβολαὶ τρεῖς ὑπάρχουσι μόνον ἐκ τῆς μεσογαίου στεναὶ καὶ δύσβατοι, §3.91.9μία μὲν ἀπὸ τῆς Σαυνίτιδος, δευτέρα δʼ ἀπὸ τῆς Λατίνης, ἡ δὲ κατάλοιπος ἀπὸ τῶν κατὰ τοὺς Ἱρπίνους τόπων.
除了前述的情况外,这些平原似乎非常坚固且极难攻入;因为它们一面环海,大部分则四面被高大且连绵的山脉包围,从内陆进入只有三条狭窄且艰难的通道,一条来自萨姆尼乌姆,第二条来自拉提乌姆,其余一条则来自希尔皮尼人的地方。
§3.91.10διόπερ ἔμελλον εἰς ταῦτα καταστρατοπεδεύσαντες ὥσπερ εἰς θέατρον οἱ Καρχηδόνιοι καταπλήξεσθαι μὲν τῷ παραλόγῳ πάντας, ἐκθεατριεῖν δὲ τοὺς πολεμίους φυγομαχοῦντας, αὐτοὶ δʼ ἐξ ὁμολόγου φανήσεσθαι τῶν ὑπαίθρων κρατοῦντες.
因此,迦太基人在此安营扎寨,就如同进入剧场一般,必定会因其出人意料的举动而令所有人震惊,并在观众面前揭露敌人规避战斗的懦态,而他们自己则将被公认为野外战场的统治者。