§3.9.1τίνος δὴ χάριν ἐμνήσθην Φαβίου καὶ τῶν ὑπʼ ἐκείνου γεγραμμένων;
では、なぜ私はファビウスと彼の書いたものに言及したのだろうか。
§3.9.2οὐχ ἕνεκα τῆς πιθανότητος τῶν εἰρημένων, ἀγωνιῶν μὴ πιστευθῇ παρά τισιν — ἡ μὲν γὰρ [παρὰ] τούτων ἀλογία καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως αὐτὴ διʼ αὑτῆς δύναται θεωρεῖσθαι παρὰ τοῖς ἐντυγχάνουσιν —
それは、彼の言説の信憑性を案じ、それが一部の人々に信じられてしまうのではないかと心配したからではない。 なぜなら、それらの不条理さは、私の説明がなくても、読者自身によってそれ自体で見て取ることができるからである。
§3.9.3ἀλλὰ τῆς τῶν ἀναλαμβανόντων τὰς ἐκείνου βύβλους ὑπομνήσεως, ἵνα μὴ πρὸς τὴν ἐπιγραφὴν ἀλλὰ πρὸς τὰ πράγματα βλέπωσιν.
そうではなく、彼の書物を手に取る人々への警告のためであり、彼らが肩書きではなく、事実そのものに目を向けるようにするためである。
§3.9.4ἔνιοι γὰρ οὐκ ἐπὶ τὰ λεγόμενα συνεπιστήσαντες ἀλλʼ ἐπʼ αὐτὸν τὸν λέγοντα καὶ λαβόντες ἐν νῷ διότι κατὰ τοὺς καιροὺς ὁ γράφων γέγονε καὶ τοῦ συνεδρίου μετεῖχε τῶν Ῥωμαίων, πᾶν εὐθέως ἡγοῦνται τὸ λεγόμενον ὑπὸ τούτου πιστόν.
というのも、一部の人々は語られている中身に注意を向けるのではなく、語り手その人に注目し、その著述家がその時代に生き、ローマの元老院の議員であったということを念頭に置くことで、彼によって語られていることすべてをただちに信頼できるものと考えてしまうからである。
§3.9.5ἐγὼ δὲ φημὶ μὲν δεῖν οὐκ ἐν μικρῷ προσλαμβάνεσθαι τὴν τοῦ συγγραφέως πίστιν, οὐκ αὐτοτελῆ δὲ κρίνειν, τὸ δὲ πλεῖον ἐξ αὐτῶν τῶν πραγμάτων ποιεῖσθαι τοὺς ἀναγινώσκοντας τὰς δοκιμασίας.
しかし私は、歴史家の信頼性を軽視すべきではないが、それを絶対的なものと判断すべきでもなく、読者は何よりも事実そのものに基づいて検証を行うべきであると主張する。
§3.9.6οὐ μὴν ἀλλὰ καὶ τοῦ γε Ῥωμαίων καὶ Καρχηδονίων πολέμου — τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιησάμεθα — νομιστέον πρῶτον μὲν αἴτιον γεγονέναι τὸν Ἀμίλκου θυμὸν τοῦ Βάρκα μὲν ἐπικαλουμένου, πατρὸς δὲ κατὰ φύσιν Ἀννίβου γεγονότος.
それはともかくとして、ローマ人とカルタゴ人の戦争についても——我々はこの件から脱線したのであるが——バルカとあだ名され、実の父親としてハンニバルの父であったハミルカルの怒りが、その第一の原因であったと考えねばならない。
§3.9.7ἐκεῖνος γὰρ οὐχ ἡττηθεὶς τῷ περὶ Σικελίας πολέμῳ τῇ ψυχῇ τῷ δοκεῖν αὐτὸς μὲν ἀκέραια διατετηρηκέναι τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα ταῖς ὁρμαῖς ἐφʼ ὧν αὐτὸς ἦν, διὰ δὲ τὴν ἐν τῇ ναυμαχίᾳ τῶν Καρχηδονίων ἧτταν τοῖς καιροῖς εἴκων πεποιῆσθαι τὰς συνθήκας, ἔμενεν ἐπὶ τῆς ὀργῆς, τηρῶν ἀεὶ πρὸς ἐπίθεσιν.
なぜなら、彼はシケリアをめぐる戦争において精神的に屈服しておらず、自分が指揮していた軍勢については、エリクス周辺の陣地を完全に維持し続けたと考えていたが、海戦でのカルタゴ人の敗北のために時勢に屈して条約を結んだと考えていたので、常に攻撃の機会をうかがいながら怒りを抱き続けていたからである。
§3.9.8εἰ μὲν οὖν μὴ τὸ περὶ τοὺς ξένους ἐγένετο κίνημα τοῖς Καρχηδονίοις, εὐθέως ἂν ἄλλην ἀρχὴν ἐποιεῖτο καὶ παρασκευὴν πραγμάτων, ὅσον ἐπʼ ἐκείνῳ.
したがって、もしカルタゴ人に傭兵たちをめぐる反乱が起こらなかったならば、彼に関する限り、ただちに別の戦争の端緒と準備を開いていただろう。
§3.9.9προκαταληφθεὶς δὲ ταῖς ἐμφυλίοις ταραχαῖς ἐν τούτοις
しかし、国内の混乱によって先を越され、その中で