§3.9.1τίνος δὴ χάριν ἐμνήσθην Φαβίου καὶ τῶν ὑπʼ ἐκείνου γεγραμμένων;
那么,我究竟为什么提到了法比乌斯以及他所写的著作呢?
§3.9.2οὐχ ἕνεκα τῆς πιθανότητος τῶν εἰρημένων, ἀγωνιῶν μὴ πιστευθῇ παρά τισιν — ἡ μὲν γὰρ [παρὰ] τούτων ἀλογία καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως αὐτὴ διʼ αὑτῆς δύναται θεωρεῖσθαι παρὰ τοῖς ἐντυγχάνουσιν — §3.9.3ἀλλὰ τῆς τῶν ἀναλαμβανόντων τὰς ἐκείνου βύβλους ὑπομνήσεως, ἵνα μὴ πρὸς τὴν ἐπιγραφὴν ἀλλὰ πρὸς τὰ πράγματα βλέπωσιν.
这并不是因为他的言论具有可信性,担心它会被某些人相信——因为这些言论的不合逻辑,即使没有我的解释,读者自己也能一目了然—— 而是为了提醒那些拿起他的书的人,使他们不要看书名,而要看事实本身。
§3.9.4ἔνιοι γὰρ οὐκ ἐπὶ τὰ λεγόμενα συνεπιστήσαντες ἀλλʼ ἐπʼ αὐτὸν τὸν λέγοντα καὶ λαβόντες ἐν νῷ διότι κατὰ τοὺς καιροὺς ὁ γράφων γέγονε καὶ τοῦ συνεδρίου μετεῖχε τῶν Ῥωμαίων, πᾶν εὐθέως ἡγοῦνται τὸ λεγόμενον ὑπὸ τούτου πιστόν.
因为有些人并不关注所说的话,而是关注说话者本人,并且记住作者生活在那个时代并且是罗马元老院的成员,便立即认为他所说的每句话都是可信的。
§3.9.5ἐγὼ δὲ φημὶ μὲν δεῖν οὐκ ἐν μικρῷ προσλαμβάνεσθαι τὴν τοῦ συγγραφέως πίστιν, οὐκ αὐτοτελῆ δὲ κρίνειν, τὸ δὲ πλεῖον ἐξ αὐτῶν τῶν πραγμάτων ποιεῖσθαι τοὺς ἀναγινώσκοντας τὰς δοκιμασίας.
但我认为,历史学家的可信度固然不应被轻视,但不应将其判定为绝对充分的,读者应当主要根据事实本身来进行检验。
§3.9.6οὐ μὴν ἀλλὰ καὶ τοῦ γε Ῥωμαίων καὶ Καρχηδονίων πολέμου — τὴν γὰρ παρέκβασιν ἐντεῦθεν ἐποιησάμεθα — νομιστέον πρῶτον μὲν αἴτιον γεγονέναι τὸν Ἀμίλκου θυμὸν τοῦ Βάρκα μὲν ἐπικαλουμένου, πατρὸς δὲ κατὰ φύσιν Ἀννίβου γεγονότος.
无论如何,关于罗马人与迦太基人之间的战争——因为我们正是从这里开始离题的——应当认为,首要的原因是绰号巴卡的哈米尔卡之愤怒,他正是汉尼拔的亲生父亲。
§3.9.7ἐκεῖνος γὰρ οὐχ ἡττηθεὶς τῷ περὶ Σικελίας πολέμῳ τῇ ψυχῇ τῷ δοκεῖν αὐτὸς μὲν ἀκέραια διατετηρηκέναι τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα ταῖς ὁρμαῖς ἐφʼ ὧν αὐτὸς ἦν, διὰ δὲ τὴν ἐν τῇ ναυμαχίᾳ τῶν Καρχηδονίων ἧτταν τοῖς καιροῖς εἴκων πεποιῆσθαι τὰς συνθήκας, ἔμενεν ἐπὶ τῆς ὀργῆς, τηρῶν ἀεὶ πρὸς ἐπίθεσιν.
因为他在关于西西里的战争中精神上并没有屈服,因为他认为,在自己指挥的行动中,他完好地保持了埃里克斯周围的军队,只是由于迦太基人在海战中的失败而屈服于时势,才缔结了条约;他一直怀着愤怒,时刻等待着进攻的机会。
§3.9.8εἰ μὲν οὖν μὴ τὸ περὶ τοὺς ξένους ἐγένετο κίνημα τοῖς Καρχηδονίοις, εὐθέως ἂν ἄλλην ἀρχὴν ἐποιεῖτο καὶ παρασκευὴν πραγμάτων, ὅσον ἐπʼ ἐκείνῳ.
因此,如果迦太基人没有发生关于雇佣兵的暴动,那么在他能力所及的范围内,他会立即着手准备并挑起另一场战争。
§3.9.9προκαταληφθεὶς δὲ ταῖς ἐμφυλίοις ταραχαῖς ἐν τούτοις
但他被国内的骚乱抢先了一步,在这些骚乱中