§3.10.1καὶ περὶ ταύτας διέτριβε τὰς πράξεις.
そして、彼はこれらの仕事に従事していた。
Ῥωμαίων δὲ μετὰ τὸ καταλύσασθαι Καρχηδονίους τὴν προειρημένην ταραχὴν ἀπαγγειλάντων αὐτοῖς πόλεμον, τὸ μὲν πρῶτον εἰς πᾶν συγκατέβαινον, ὑπολαμβάνοντες αὑτοὺς νικήσειν τοῖς δικαίοις, καθάπερ ἐν ταῖς πρὸ ταύτης βύβλοις περὶ τούτων δεδηλώκαμεν,
しかし、カルタゴ人が前述の反乱を鎮圧した後に、ローマ人が彼らに宣戦を布告すると、彼らは最初はあらゆる譲歩に応じようとした。 彼らは自分たちが正義によって勝利するだろうと考えたからである。 これらについては、これより前の巻ですでに明らかにした通りである。
§3.10.2ὧν χωρὶς οὐχ οἷόν τʼ ἦν συμπεριενεχθῆναι δεόντως οὔτε τοῖς νῦν λεγομένοις οὔτε τοῖς μετὰ ταῦτα ῥηθησομένοις ὑφʼ ἡμῶν.
これらを知ることなしには、現在我々によって語られていることにも、今後語られることになることにも、適切に付いていくことは不可能であった。
§3.10.3πλὴν οὐκ ἐντρεπομένων τῶν Ῥωμαίων, εἴξαντες τῇ περιστάσει καὶ βαρυνόμενοι μέν, οὐκ ἔχοντες δὲ ποιεῖν οὐδὲν ἐξεχώρησαν Σαρδόνος, συνεχώρησαν δʼ εἰσοίσειν ἄλλα χίλια καὶ διακόσια τάλαντα πρὸς τοῖς πρότερον ἐφʼ ᾧ μὴ τὸν πόλεμον ἐκείνοις ἀναδέξασθαι τοῖς καιροῖς.
しかし、ローマ人が顧みなかったため、彼らは状況に屈し、不満に思いつつも、他になす術がなかったためにサルディニアから撤退し、その時点で戦争を引き受けずに済むという条件で、以前のものに加えてさらに千二百タラントンを支払うことに同意した。
§3.10.4διὸ καὶ δευτέραν, μεγίστην δὲ ταύτην θετέον αἰτίαν τοῦ μετὰ ταῦτα συστάντος πολέμου.
したがって、これこそを、その後に勃発した戦争の、第二の、そして最大の原因と見なさなければならない。
§3.10.5Ἀμίλκας γὰρ προσλαβὼν τοῖς ἰδίοις θυμοῖς τὴν ἐπὶ τούτοις ὀργὴν τῶν πολιτῶν, ὡς θᾶττον τοὺς ἀποστάντας τῶν μισθοφόρων καταπολεμήσας ἐβεβαίωσε τῇ πατρίδι τὴν ἀσφάλειαν, εὐθέως ἐποιεῖτο τὴν ὁρμὴν ἐπὶ τὰ κατὰ τὴν Ἰβηρίαν πράγματα, σπουδάζων ταύτῃ χρήσασθαι παρασκευῇ πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον.
なぜなら、ハミルカルは、これらの出来事に対する市民たちの怒りを自分自身の憤りに加え、反乱を起こした傭兵たちを撃破して祖国の安全を確立するやいなや、ただちにイベリアにおける事態へと矛先を向け、これを対ローマ戦争の準備として利用しようと熱心に努めたからである。
ἣν δὴ καὶ τρίτην αἰτίαν νομιστέον,
これこそがまさに、第三の原因とみなされるべきものである。
§3.10.6λέγω δὲ τὴν εὔροιαν τῶν κατʼ Ἰβηρίαν πραγμάτων Καρχηδονίοις.
すなわち、カルタゴ人にとってのイベリアにおける事態の順調な進展のことである。
ταύταις γὰρ ταῖς χερσὶ πιστεύσαντες εὐθαρσῶς ἐνέβησαν εἰς τὸν προειρημένον πόλεμον.
なぜなら、彼らはこの実力を頼りにして、自信を持って前述の戦争に踏み切ったからである。
§3.10.7ὅτι δʼ Ἀμίλκας πλεῖστα μὲν συνεβάλετο πρὸς τὴν σύστασιν τοῦ δευτέρου πολέμου, καίπερ τετελευτηκὼς ἔτεσι δέκα πρότερον τῆς καταρχῆς αὐτοῦ, πολλὰ μὲν ἂν εὕροι τις εἰς τοῦτο·
ハミルカルが第二の戦争の勃発に最も大きく寄与したということは、その開始の十年前に没していたにもかかわらず、そのための多くの証拠を人は見出すことができるだろう。
σχεδὸν δὲ πρὸς
そして、ほぼ…