§3.8.1Φάβιος δέ φησιν ὁ Ῥωμαϊκὸς συγγραφεὺς ἅμα τῷ κατὰ Ζακανθαίους ἀδικήματι καὶ τὴν Ἀσδρούβου πλεονεξίαν καὶ φιλαρχίαν αἰτίαν γίνεσθαι τοῦ κατʼ Ἀννίβαν πολέμου.
ローマの歴史家ファビウスは、ザカンタ人に対する不法行為とともに、ハスドルバルの強欲と権力欲がハンニバル戦争の原因となったと主張している。
§3.8.2ἐκεῖνον γὰρ μεγάλην ἀνειληφότα τὴν δυναστείαν ἐν τοῖς κατʼ Ἰβηρίαν τόποις, μετὰ ταῦτα παραγενόμενον ἐπὶ Λιβύην ἐπιβαλέσθαι καταλύσαντα τοὺς νόμους εἰς μοναρχίαν περιστῆσαι τὸ πολίτευμα τῶν Καρχηδονίων·
なぜなら、彼(ハスドルバル)はイベリアの地において強大な権力を手に入れた後、リビアにやって来て、法を廃止してカルタゴの国制を君主制に変えようと企てたからである。
§3.8.3τοὺς δὲ πρώτους ἄνδρας ἐπὶ τοῦ πολιτεύματος προϊδομένους αὐτοῦ τὴν ἐπιβολὴν συμφρονῆσαι καὶ διαστῆναι πρὸς αὐτόν·
国家の指導者たちは、彼の企てを予見し、一致団結して彼に対立した。
§3.8.4τὸν δʼ Ἀσδρούβαν ὑπιδόμενον, ἀναχωρήσαντʼ ἐκ τῆς Λιβύης τὸ λοιπὸν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν χειρίζειν κατὰ τὴν αὑτοῦ προαίρεσιν, οὐ προσέχοντα τῷ συνεδρίῳ τῶν Καρχηδονίων.
ハスドルバルはこれを警戒し、リビアから撤退した。 それ以後、彼はカルタゴの評議会に意を留めることなく、自らの意志に従ってイベリアの事態を管理した。
§3.8.5Ἀννίβαν δὲ κοινωνὸν καὶ ζηλωτὴν ἐκ μειρακίου γεγονότα τῆς ἐκείνου προαιρέσεως καὶ τότε διαδεξάμενον τὰ κατὰ τὴν Ἰβηρίαν τὴν αὐτὴν ἀγωγὴν Ἀσδρούβᾳ ποιεῖσθαι τῶν πραγμάτων.
ハンニバルは、若い頃から彼の意図の共有者であり模倣者であったが、そのときイベリアの事態を引き継ぐと、物事についてハスドルバルと同じ方針をとった。
§3.8.6διὸ καὶ νῦν τὸν πόλεμον τοῦτον ἐξενηνοχέναι κατὰ τὴν αὑτοῦ προαίρεσιν Ῥωμαίοις παρὰ τὴν Καρχηδονίων γνώμην.
それゆえ、今回も(ハンニバルは)カルタゴ人の意向に反し、自らの意志に従ってローマ人に対してこの戦争を開始したのである。
§3.8.7οὐδένα γὰρ εὐδοκεῖν τῶν ἀξιολόγων ἀνδρῶν ἐν Καρχηδόνι τοῖς ὑπʼ Ἀννίβου περὶ τὴν Ζακανθαίων πόλιν πραχθεῖσιν.
カルタゴの有力者の中に、ザカンタの都市に関してハンニバルの行った行為を快く思っている者は一人もいなかったからである。
§3.8.8ταῦτα δʼ εἰπών φησιν μετὰ τὴν τῆς προειρημένης πόλεως ἅλωσιν παραγενέσθαι τοὺς Ῥωμαίους, οἰομένους δεῖν ἢ τὸν Ἀννίβαν ἐκδιδόναι σφίσι τοὺς Καρχηδονίους ἢ τὸν πόλεμον ἀναλαμβάνειν.
このように述べた上で、彼(ファビウス)は、前述の都市の陥落後にローマ人がやって来て、カルタゴ人がハンニバルを自分たちに引き渡すか、あるいは戦争を受け入れるべきだと考えたと主張している。
§3.8.9εἰ δέ τις ἔροιτο τὸν συγγραφέα ποῖος ἦν καιρὸς οἰκειότερος τοῖς Καρχηδονίοις ἢ ποῖον πρᾶγμα τούτου δικαιότερον ἢ συμφορώτερον, ἐπείπερ ἐξ ἀρχῆς δυσηρεστοῦντο, καθάπερ οὗτός φησιν, τοῖς ὑπʼ Ἀννίβου πραττομένοις, §3.8.10τοῦ πεισθέντας τότε τοῖς ὑπὸ Ῥωμαίων παρακαλουμένοις ἐκδοῦναι μὲν τὸν αἴτιον τῶν ἀδικημάτων, ἐπανελέσθαι δʼ εὐλόγως διʼ ἑτέρων τὸν κοινὸν ἐχθρὸν τῆς πόλεως, περιποιήσασθαι δὲ τῇ χώρᾳ τὴν ἀσφάλειαν, ἀποτριψαμένους τὸν ἐπιφερόμενον πόλεμον, δόγματι μόνον τὴν ἐκδίκησιν ποιησαμένους, τί ἂν εἰπεῖν ἔχοι πρὸς αὐτά;
しかし、もし誰かがこの歴史家に問いかけるなら、——カルタゴ人にとって、これより好都合な時期があっただろうか、あるいはこれより正当で有益な事柄があっただろうか、そもそも彼らは最初からハンニバルの行為を不快に思っていたのだと彼自身が言っているのだから、—— ローマ人の要求に従って、不法行為の張本人を引き渡し、かつ都市の共通の敵を他の者の手によって理にかなって取り除き、迫り来る戦争を退けて、単なる決議によって報復を行うことで、自国の安全を確保することよりも。 彼はこれに対して何と言うことができるだろうか。
δῆλον γὰρ ὡς οὐδέν.
彼が何も言えないのは明らかである。
§3.8.11οἵ γε τοσοῦτον ἀπέσχον τοῦ πρᾶξαί τι τῶν προειρημένων ὡς ἑπτακαίδεκʼ ἔτη συνεχῶς πολεμήσαντες κατὰ τὴν Ἀννίβου προαίρεσιν οὐ πρότερον κατελύσαντο τὸν πόλεμον, ἕως οὗ πάσας ἐξελέγξαντες τὰς ἐλπίδας τελευταῖον εἰς τὸν περὶ τῆς πατρίδος καὶ τῶν ἐν αὐτῇ σωμάτων παρεγένοντο κίνδυνον.
実際、彼らは前述の事柄を何一つ行うどころではなく、ハンニバルの意志に従って17年間継続して戦争を行い、あらゆる希望を失い、最後には自国とその市民の生命に対する危機に直面するまで、戦争をやめなかったのである。