§3.85.1τοῦτον ἐπετελέσθη τὸν τρόπον.
(戦闘は)このようにして完了した。
Ἀννίβας δέ, πρὸς αὐτὸν ἐπαναχθέντων τῶν ὑποσπόνδων, ὁμοίως δὲ καὶ τῶν ἄλλων αἰχμαλώτων, συναγαγὼν πάντας, ὄντας πλείους τῶν μυρίων καὶ πεντακισχιλίων, §3.85.2πρῶτον μὲν διεσάφησεν ὅτι Μαάρβας οὐκ εἴη κύριος ἄνευ τῆς αὑτοῦ γνώμης διδοὺς τὴν ἀσφάλειαν τοῖς ὑποσπόνδοις, μετὰ δὲ ταῦτα κατηγορίαν ἐποιήσατο Ῥωμαίων.
一方ハンニバルは、協定に基づいて降伏した者たちや、同様に他の捕虜たちが彼の前へ連れ戻されると、1万5千人を超えるすべての人々を集めて、まず第一に、マハルバルには自分自身の同意なしに協定の相手に安全を保証する権限はなかったと言明し、その後にローマ人を厳しく非難した。
§3.85.3λήξας δὲ τούτων, ὅσοι μὲν ἦσαν Ῥωμαῖοι τῶν ἑαλωκότων, διέδωκεν εἰς φυλακὴν ἐπὶ τὰ τάγματα, τοὺς δὲ συμμάχους ἀπέλυσε χωρὶς λύτρων ἅπαντας εἰς τὴν οἰκείαν,
これらを終えると、捕虜のうちローマ人であった者たちを部隊に分散して監視下に置き、同盟都市の者たちは全員、身代金なしにそれぞれの故郷へと釈放した。
§3.85.4ἐπιφθεγξάμενος τὸν αὐτὸν ὃν καὶ πρόσθεν λόγον ὅτι πάρεστι πολεμήσων οὐκ Ἰταλιώταις, ἀλλὰ Ῥωμαίοις ὑπὲρ τῆς Ἰταλιωτῶν ἐλευθερίας.
その際、自分がここにいるのはイタリア人ではなくローマ人と戦うためであり、それはイタリア人の自由のためであるという、以前にも語ったのと同じ言葉を付け加えた。
§3.85.5τὴν δʼ ἑαυτοῦ δύναμιν ἀνελάμβανε καὶ τῶν νεκρῶν τῶν ἐκ τῆς σφετέρας δυνάμεως τοὺς ἐπιφανεστάτους ἔθαψεν, ὄντας εἰς τριάκοντα τὸν ἀριθμόν·
そして自軍を休養させ、自軍の死者のうち最も高貴な者たち、数にして30人ほどを埋葬した。
οἱ μὲν γὰρ πάντες εἰς χιλίους καὶ πεντακοσίους ἔπεσον, ὧν ἦσαν οἱ πλείους Κελτοί.
戦死者は全体で約1,500人に達し、その大半はケルト人であったからである。
§3.85.6ταῦτα δὲ πράξας διενοεῖτο μετὰ τἀδελφοῦ καὶ τῶν φίλων ποῦ καὶ πῶς δεῖ ποιεῖσθαι τὴν ὁρμήν, εὐθαρσὴς ὢν ἤδη περὶ τῶν ὅλων.
これらを終えると、彼は戦況全体に対して今や大いに自信を抱き、どこへどのように進撃すべきかを兄弟や友人たちと相談した。
§3.85.7εἰς δὲ τὴν Ῥώμην προσπεσόντος ἤδη τοῦ γεγονότος ἀτυχήματος, στέλλεσθαι μὲν ἢ ταπεινοῦν τὸ συμβεβηκὸς οἱ προεστῶτες τοῦ πολιτεύματος ἠδυνάτουν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, λέγειν δὲ τοῖς πολλοῖς ἠναγκάζοντο τὰ γεγονότα, συναθροίσαντες τὸν δῆμον εἰς ἐκκλησίαν.
一方、ローマにすでに生じた惨劇の知らせが届くと、国家の指導者たちは、災害の大きさのために起きた事態を隠すことも過小評価することもできず、民衆を民会に召集して、起きた事実を大衆に語ることを余儀なくされた。
§3.85.8διόπερ ἅμα τῷ τὸν στρατηγὸν εἰπεῖν τοῖς ὄχλοις ἀπὸ τῶν ἐμβόλων ὅτι ‘Λειπόμεθα μάχῃ μεγάλῃ’, τηλικαύτην συνέβη γενέσθαι διατροπὴν ὥστε τοῖς παραγενομένοις ἐφʼ ἑκατέρων τῶν καιρῶν πολλῷ μεῖζον τότε φανῆναι τὸ γεγονὸς ἢ παρʼ αὐτὸν τὸν τῆς μάχης καιρόν.
それゆえ、法務官が演壇から群衆に向けて「我々は大きな戦いで敗北した」と言ったのと同時に、これほど大きな動揺が生じることになり、双方の状況に立ち会った人々にとって、起きた事態は戦闘のその瞬間自体におけるよりも、そのときのほうがはるかに重大に感じられたほどであった。
§3.85.9καὶ τοῦτʼ εἰκότως συνέβη.
そしてこれは当然のことであった。
πολλῶν γὰρ χρόνων ἄπειροι καὶ τοῦ ῥήματος καὶ τοῦ πράγματος ὑπάρχοντες τῆς ὁμολογουμένης ἥττης οὐ μετρίως οὐδὲ κατὰ σχῆμα τὴν περιπέτειαν ἔφερον.
なぜなら、彼らは長年の間、明らかな敗北という言葉にもその事実にも不慣れであったため、この突然の逆境に冷静に耐えることも、体面を保って耐えることもできなかったからである。
§3.85.10οὐ μὴν ἥ γε σύγκλητος, ἀλλʼ ἐπὶ τοῦ καθήκοντος ἔμενε λογισμοῦ καὶ διενοεῖτο περὶ τοῦ μέλλοντος πῶς καὶ τί πρακτέον ἑκάστοις εἴη.
しかし元老院は動揺せず、なすべき分別にとどまり、将来についてどのように、また各人が何をなすべきかを思案していた。