§3.85.1τοῦτον ἐπετελέσθη τὸν τρόπον.
战斗以此种方式结束。
Ἀννίβας δέ, πρὸς αὐτὸν ἐπαναχθέντων τῶν ὑποσπόνδων, ὁμοίως δὲ καὶ τῶν ἄλλων αἰχμαλώτων, συναγαγὼν πάντας, ὄντας πλείους τῶν μυρίων καὶ πεντακισχιλίων,
汉尼拔在根据协定投降的人以及其他俘虏被带回他面前时,将他们全部召集起来,人数达一万五千多人。
§3.85.2πρῶτον μὲν διεσάφησεν ὅτι Μαάρβας οὐκ εἴη κύριος ἄνευ τῆς αὑτοῦ γνώμης διδοὺς τὴν ἀσφάλειαν τοῖς ὑποσπόνδοις, μετὰ δὲ ταῦτα κατηγορίαν ἐποιήσατο Ῥωμαίων.
他首先声明,马哈尔巴在未经他本人同意的情况下无权给予投降者安全保证,随后他又对罗马人进行了谴责。
§3.85.3λήξας δὲ τούτων, ὅσοι μὲν ἦσαν Ῥωμαῖοι τῶν ἑαλωκότων, διέδωκεν εἰς φυλακὴν ἐπὶ τὰ τάγματα, τοὺς δὲ συμμάχους ἀπέλυσε χωρὶς λύτρων ἅπαντας εἰς τὴν οἰκείαν,
话毕,他将俘虏中属于罗马人的部分分派给各部进行看管,而将所有同盟者免予赎金释放回家。
§3.85.4ἐπιφθεγξάμενος τὸν αὐτὸν ὃν καὶ πρόσθεν λόγον ὅτι πάρεστι πολεμήσων οὐκ Ἰταλιώταις, ἀλλὰ Ῥωμαίοις ὑπὲρ τῆς Ἰταλιωτῶν ἐλευθερίας.
他重申了此前曾说过的话,即他来到这里不是为了与意大利人为敌,而是为了意大利人的自由与罗马人作战。
§3.85.5τὴν δʼ ἑαυτοῦ δύναμιν ἀνελάμβανε καὶ τῶν νεκρῶν τῶν ἐκ τῆς σφετέρας δυνάμεως τοὺς ἐπιφανεστάτους ἔθαψεν, ὄντας εἰς τριάκοντα τὸν ἀριθμόν· οἱ μὲν γὰρ πάντες εἰς χιλίους καὶ πεντακοσίους ἔπεσον, ὧν ἦσαν οἱ πλείους Κελτοί.
随后他整顿了自己的军队,并埋葬了己方阵亡者中最显赫的人,数量约为三十人;因为阵亡总数约为一千五百人,其中大多数是凯尔特人。
§3.85.6ταῦτα δὲ πράξας διενοεῖτο μετὰ τἀδελφοῦ καὶ τῶν φίλων ποῦ καὶ πῶς δεῖ ποιεῖσθαι τὴν ὁρμήν, εὐθαρσὴς ὢν ἤδη περὶ τῶν ὅλων.
完成这些事后,他已对全局充满信心,便与兄弟及朋友们商讨应在何处以及如何进行进军。
§3.85.7εἰς δὲ τὴν Ῥώμην προσπεσόντος ἤδη τοῦ γεγονότος ἀτυχήματος, στέλλεσθαι μὲν ἢ ταπεινοῦν τὸ συμβεβηκὸς οἱ προεστῶτες τοῦ πολιτεύματος ἠδυνάτουν διὰ τὸ μέγεθος τῆς συμφορᾶς, λέγειν δὲ τοῖς πολλοῖς ἠναγκάζοντο τὰ γεγονότα, συναθροίσαντες τὸν δῆμον εἰς ἐκκλησίαν.
此时,所发生之惨剧的消息传到罗马,由于灾难巨大,国家领导人无法隐瞒或淡化所发生的事情,不得不召集民众举行大会,向大众宣告事实。
§3.85.8διόπερ ἅμα τῷ τὸν στρατηγὸν εἰπεῖν τοῖς ὄχλοις ἀπὸ τῶν ἐμβόλων ὅτι ‘Λειπόμεθα μάχῃ μεγάλῃ’, τηλικαύτην συνέβη γενέσθαι διατροπὴν ὥστε τοῖς παραγενομένοις ἐφʼ ἑκατέρων τῶν καιρῶν πολλῷ μεῖζον τότε φανῆναι τὸ γεγονὸς ἢ παρʼ αὐτὸν τὸν τῆς μάχης καιρόν.
因此,当法官在演讲台上面向群众宣布“我们在一次大战中被击败了”时,顿时引起了如此巨大的恐慌,以至于对于在两个时刻都在场的人来说,当时的惨状似乎比战斗发生时还要严重得多。
§3.85.9καὶ τοῦτʼ εἰκότως συνέβη.
这也是理所当然的。
πολλῶν γὰρ χρόνων ἄπειροι καὶ τοῦ ῥήματος καὶ τοῦ πράγματος ὑπάρχοντες τῆς ὁμολογουμένης ἥττης οὐ μετρίως οὐδὲ κατὰ σχῆμα τὴν περιπέτειαν ἔφερον.
因为多年来他们对“公认的失败”这一词和这一事实都感到陌生,所以他们无法以冷静或体面的方式承受这一突如其来的逆境。
§3.85.10οὐ μὴν ἥ γε σύγκλητος, ἀλλʼ ἐπὶ τοῦ καθήκοντος ἔμενε λογισμοῦ καὶ διενοεῖτο περὶ τοῦ μέλλοντος πῶς καὶ τί πρακτέον ἑκάστοις εἴη.
然而,元老院并未惊慌失措,而是保持了应有的清醒判断,并就未来各人应如何以及做什么进行考量。