Humanitext Reader

波利比奥斯 · 历史 §3.8.1-3.8.11

对法比乌斯关于开战原因观点的批判

第 167 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯反驳了罗马历史家法比乌斯的观点,即汉尼拔战争是由哈斯德鲁巴的野心和汉尼拔的单方面行动引起的;他通过指出迦太基人在战争中持续支持汉尼拔长达十七年的事实,揭示了法比乌斯论点的矛盾。

§3.8.1Φάβιος δέ φησιν ὁ Ῥωμαϊκὸς συγγραφεὺς ἅμα τῷ κατὰ Ζακανθαίους ἀδικήματι καὶ τὴν Ἀσδρούβου πλεονεξίαν καὶ φιλαρχίαν αἰτίαν γίνεσθαι τοῦ κατʼ Ἀννίβαν πολέμου.
罗马历史家法比乌斯说,对萨贡托人的不法行为,以及哈斯德鲁巴的贪婪和权力欲,是汉尼拔战争产生的原因。
§3.8.2ἐκεῖνον γὰρ μεγάλην ἀνειληφότα τὴν δυναστείαν ἐν τοῖς κατʼ Ἰβηρίαν τόποις, μετὰ ταῦτα παραγενόμενον ἐπὶ Λιβύην ἐπιβαλέσθαι καταλύσαντα τοὺς νόμους εἰς μοναρχίαν περιστῆσαι τὸ πολίτευμα τῶν Καρχηδονίων·
因为哈斯德鲁巴在伊比利亚地区获得了极大的权势,此后他来到利比亚,企图通过废除法律,将迦太基人的国制改变为君主制。
§3.8.3τοὺς δὲ πρώτους ἄνδρας ἐπὶ τοῦ πολιτεύματος προϊδομένους αὐτοῦ τὴν ἐπιβολὴν συμφρονῆσαι καὶ διαστῆναι πρὸς αὐτόν·
而国家中的首要人物预见到了他的企图,便联合起来反对他。
§3.8.4τὸν δʼ Ἀσδρούβαν ὑπιδόμενον, ἀναχωρήσαντʼ ἐκ τῆς Λιβύης τὸ λοιπὸν ἤδη τὰ κατὰ τὴν Ἰβηρίαν χειρίζειν κατὰ τὴν αὑτοῦ προαίρεσιν, οὐ προσέχοντα τῷ συνεδρίῳ τῶν Καρχηδονίων.
哈斯德鲁巴觉察到这一点,退出了利比亚,此后便完全按照自己的意愿处理伊比利亚的事务,不再理会迦太基的元老院。
§3.8.5Ἀννίβαν δὲ κοινωνὸν καὶ ζηλωτὴν ἐκ μειρακίου γεγονότα τῆς ἐκείνου προαιρέσεως καὶ τότε διαδεξάμενον τὰ κατὰ τὴν Ἰβηρίαν τὴν αὐτὴν ἀγωγὴν Ἀσδρούβᾳ ποιεῖσθαι τῶν πραγμάτων.
汉尼拔自年轻时起就是哈斯德鲁巴意图的参与者和效仿者,当时他继承了伊比利亚的事务,也采取了与哈斯德鲁巴相同的方式。
§3.8.6διὸ καὶ νῦν τὸν πόλεμον τοῦτον ἐξενηνοχέναι κατὰ τὴν αὑτοῦ προαίρεσιν Ῥωμαίοις παρὰ τὴν Καρχηδονίων γνώμην.
因此,他现在也违背迦太基人的意愿,按照自己的意志,对罗马人发动了这场战争。
§3.8.7οὐδένα γὰρ εὐδοκεῖν τῶν ἀξιολόγων ἀνδρῶν ἐν Καρχηδόνι τοῖς ὑπʼ Ἀννίβου περὶ τὴν Ζακανθαίων πόλιν πραχθεῖσιν.
因为在迦太基,没有任何有声望的人物赞同汉尼拔对萨贡托城所采取的行动。
§3.8.8ταῦτα δʼ εἰπών φησιν μετὰ τὴν τῆς προειρημένης πόλεως ἅλωσιν παραγενέσθαι τοὺς Ῥωμαίους, οἰομένους δεῖν ἢ τὸν Ἀννίβαν ἐκδιδόναι σφίσι τοὺς Καρχηδονίους ἢ τὸν πόλεμον ἀναλαμβάνειν.
法比乌斯在说了这些之后又说,在前述城市沦陷后,罗马人来到了,他们认为迦太基人要么应当将汉尼拔交给自己,要么应当接受战争。
§3.8.9εἰ δέ τις ἔροιτο τὸν συγγραφέα ποῖος ἦν καιρὸς οἰκειότερος τοῖς Καρχηδονίοις ἢ ποῖον πρᾶγμα τούτου δικαιότερον ἢ συμφορώτερον, ἐπείπερ ἐξ ἀρχῆς δυσηρεστοῦντο, καθάπερ οὗτός φησιν, τοῖς ὑπʼ Ἀννίβου πραττομένοις,
但是,如果有人问这位历史家:对于迦太基人来说,还有什么比这更合适的机会,或者还有什么比这更公正、更有利的事情呢?
§3.8.10τοῦ πεισθέντας τότε τοῖς ὑπὸ Ῥωμαίων παρακαλουμένοις ἐκδοῦναι μὲν τὸν αἴτιον τῶν ἀδικημάτων, ἐπανελέσθαι δʼ εὐλόγως διʼ ἑτέρων τὸν κοινὸν ἐχθρὸν τῆς πόλεως, περιποιήσασθαι δὲ τῇ χώρᾳ τὴν ἀσφάλειαν, ἀποτριψαμένους τὸν ἐπιφερόμενον πόλεμον, δόγματι μόνον τὴν ἐκδίκησιν ποιησαμένους, τί ἂν εἰπεῖν ἔχοι πρὸς αὐτά;
——既然正如他自己所说,他们从一开始就对汉尼拔的所作所为感到不满—— 也就是顺从当时罗马人的要求,交出不法行为的罪魁祸首,并通过他人之手合理地消灭城邦的公敌,在通过仅仅一项决议就实现报复的同时,退避即将来临的战争,从而为国土赢得安全。 他对此能说什么呢?
δῆλον γὰρ ὡς οὐδέν.
显然什么也说不出来。
§3.8.11οἵ γε τοσοῦτον ἀπέσχον τοῦ πρᾶξαί τι τῶν προειρημένων ὡς ἑπτακαίδεκʼ ἔτη συνεχῶς πολεμήσαντες κατὰ τὴν Ἀννίβου προαίρεσιν οὐ πρότερον κατελύσαντο τὸν πόλεμον, ἕως οὗ πάσας ἐξελέγξαντες τὰς ἐλπίδας τελευταῖον εἰς τὸν περὶ τῆς πατρίδος καὶ τῶν ἐν αὐτῇ σωμάτων παρεγένοντο κίνδυνον.
实际,他们非但没有做任何前述的事情,反而按照汉尼拔的意志连续作战了十七年,直到耗尽了所有的希望,最后陷入了关乎祖国和其间人民生命的危险之中,才结束了战争。

词汇与语法注释

  1. 3.8.1γίνεσθαι — 由动词 φησιν(说)引导的带宾格的不定式结构(间接引语),其中 τὴν ... πλεονεξίαν καὶ φιλαρχίαν 作其逻辑主语(宾格)。
  2. 3.8.10τοῦ πεισθέντας — 属格不定式 τοῦ ... ἐκδοῦναι ... ἐπανελέσθαι ... περιποιήσασθαι 的一部分。它作为前一节(3.8.9)中比较级形容词(如 οἰκειότερος)的比较属格,意思是“相比于做……之事”。由于分词指代不定式的逻辑主语(迦太基人),因此采用了宾格复数形式(πεισθέντας 等)。
  3. 3.8.11τοσοῦτον ἀπέσχον ... ὡς ... οὐ ... κατελύσαντο — 表示强烈否定和结果的句型:“他们远未做……以至于……没有”。τοσοῦτον ἀπέσχον τοῦ πρᾶξαι 意为“他们极不曾做前述之事”,连词 ὡς(相当于 ὥστε)后接直陈式过去时 κατελύσαντο,表示实际的结果(“他们没有结束战争”)。

引用这一段

波利比奥斯, 历史 §3.8.1-3.8.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.8.1-3.8.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。