§3.74.1τὸν κίνδυνον.
(互角の)戦いを演じた。
ἐν ᾧ καιρῷ διαναστάντων τῶν ἐκ τῆς ἐνέδρας Νομάδων καὶ προσπεσόντων ἄφνω κατὰ νώτου τοῖς ἀγωνιζομένοις περὶ τὰ μέσα, μεγάλην ταραχὴν καὶ δυσχρηστίαν συνέβαινε γίνεσθαι περὶ τὰς τῶν Ῥωμαίων δυνάμεις.
このとき、伏兵となっていたヌミディア兵たちが立ち上がって、中央で戦っている者たちの背後に突如として襲いかかったため、ローマ軍の部隊には大混乱と苦境が生じることとなった。
§3.74.2τέλος δʼ ἀμφότερα τὰ κέρατα τῶν περὶ τὸν Τεβέριον πιεζούμενα κατὰ πρόσωπον μὲν ὑπὸ τῶν θηρίων, πέριξ δὲ καὶ κατὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας ὑπὸ τῶν εὐζώνων, ἐτράπησαν καὶ συνωθοῦντο κατὰ τὸν διωγμὸν πρὸς τὸν ὑποκείμενον ποταμόν.
ついに、ティベリウスの部隊の両翼は、正面からは獣たちによって、また周囲および側面からの襲撃からは軽装兵たちによって圧迫され、敗走させられて、追撃を受けるうちに眼下の川へと追い詰められた。
§3.74.3τούτου δὲ συμβάντος οἱ κατὰ μέσον τὸν κίνδυνον ταχθέντες τῶν Ῥωμαίων οἱ μὲν κατόπιν ἐφεστῶτες ὑπὸ τῶν ἐκ τῆς ἐνέδρας προσπεσόντων ἀπώλλυντο καὶ κακῶς ἔπασχον,
これが始まると、中央の危険な場所に配置されていたローマ兵たちのうち、後方に立っていた者たちは、伏兵から襲撃してきた者たちによって討たれ、甚大な被害を被った。
§3.74.4οἱ δὲ περὶ τὰς πρώτας χώρας ἐπαναγκασθέντες ἐκράτησαν τῶν Κελτῶν καὶ μέρους τινὸς τῶν Λιβύων καὶ πολλοὺς αὐτῶν ἀποκτείναντες διέκοψαν τὴν τῶν Καρχηδονίων τάξιν.
しかし、最前列付近にいた者たちは、窮地に追い込まれつつも、ケルタ人やリビア人の一部を圧倒し、その多くを殺害してカルタゴ軍の隊列を突破した。
§3.74.5θεωροῦντες δὲ τοὺς ἀπὸ τῶν ἰδίων κεράτων ἐκπεπιεσμένους, τὸ μὲν ἐπιβοηθεῖν τούτοις ἢ πάλιν εἰς τὴν ἑαυτῶν ἀπιέναι παρεμβολὴν ἀπέγνωσαν, ὑφορώμενοι μὲν τὸ πλῆθος τῶν ἱππέων, κωλυόμενοι δὲ διὰ τὸν ποταμὸν καὶ τὴν ἐπιφορὰν καὶ συστροφὴν τοῦ κατὰ κεφαλὴν ὄμβρου.
彼らは味方の両翼の者たちが圧倒されたのを見て、彼らを救援すること、あるいは自陣へと引き返すことを断念した。 多数の騎兵を警戒し、また川や、頭上に激しく降り注ぐ豪雨の激しさに行く手を阻まれたからである。
§3.74.6τηροῦντες δὲ τὰς τάξεις ἁθρόοι μετʼ ἀσφαλείας ἀπεχώρησαν εἰς Πλακεντίαν, ὄντες οὐκ ἐλάττους μυρίων.
しかし、彼らは隊列を維持したまま、集団で安全にプラケンティアへと退却した。 その数は一万を下らなかった。
§3.74.7τῶν δὲ λοιπῶν οἱ μὲν πλεῖστοι περὶ τὸν ποταμὸν ἐφθάρησαν ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων,
残りの者のうち、大部分は川の付近で獣たちや騎兵たちによって命を落とした。
§3.74.8οἱ δὲ διαφυγόντες τῶν πεζῶν καὶ τὸ πλεῖστον μέρος τῶν ἱππέων πρὸς τὸ προειρημένον σύστημα ποιούμενοι τὴν ἀποχώρησιν ἀνεκομίσθησαν ἅμα τούτοις εἰς Πλακεντίαν.
歩兵の生き残りと、騎兵の大部分は、前述の集団に向けて退却し、彼らとともにプラケンティアへと逃げ延びた。
§3.74.9τὸ δὲ τῶν Καρχηδονίων στρατόπεδον ἕως τοῦ ποταμοῦ καταδιῶξαν τοὺς πολεμίους, ὑπὸ δὲ τοῦ χειμῶνος οὐκέτι δυνάμενον πορρωτέρω προβαίνειν ἐπανῆλθε πάλιν εἰς τὴν παρεμβολήν.
一方、カルタゴの軍勢は川まで敵を追撃したが、悪天候のためにそれ以上進むことができず、再び自陣へと引き返した。
§3.74.10καὶ πάντες ἐπὶ μὲν τῇ μάχῃ περιχαρεῖς ἦσαν, ὡς κατωρθωκότες·
そして、彼らは皆、勝利を収めたとしてこの戦闘を大いに喜んでいた。
συνέβαινε γὰρ ὀλίγους μὲν τῶν Ἰβήρων καὶ Λιβύων, τοὺς δὲ πλείους ἀπολωλέναι τῶν Κελτῶν·
というのも、イベリア人やリビア人の死者は少なかったが、その大部分はケルタ人の死者であったからである。
§3.74.11ὑπὸ δὲ τῶν ὄμβρων καὶ τῆς ἐπιγινομένης χιόνος οὕτως διετίθεντο δεινῶς ὥστε τὰ μὲν θηρία διαφθαρῆναι πλὴν ἑνός, πολλοὺς δὲ καὶ τῶν ἀνδρῶν ἀπόλλυσθαι καὶ τῶν ἵππων διὰ τὸ ψῦχος.
しかし、豪雨とその後に降った雪によって彼らはひどい状況に置かれ、獣は一頭を除いて全滅し、多くの兵士や馬も寒さのために命を落とした。