Humanitext Reader

波利比奥斯 · 历史 §3.74.1-3.74.11

特雷比亚战役的结局与撤退至皮亚琴察

第 233 段,共 1311 段 · 希腊语

内容简介

特雷比亚战役因迦太基伏兵的袭击而以罗马人的失败告终,但一部分罗马重装步兵成功突围并撤退至皮亚琴察,而迦太基方面也因战后的恶劣天气遭受了重大损失。

§3.74.1τὸν κίνδυνον.
不分胜负的战斗。
ἐν ᾧ καιρῷ διαναστάντων τῶν ἐκ τῆς ἐνέδρας Νομάδων καὶ προσπεσόντων ἄφνω κατὰ νώτου τοῖς ἀγωνιζομένοις περὶ τὰ μέσα, μεγάλην ταραχὴν καὶ δυσχρηστίαν συνέβαινε γίνεσθαι περὶ τὰς τῶν Ῥωμαίων δυνάμεις.
正是在这个时候,设伏的努米底亚兵跃起,突然袭击了正在中部交战的罗马军的后方,致使罗马军队中出现了极大的混乱和困境。
§3.74.2τέλος δʼ ἀμφότερα τὰ κέρατα τῶν περὶ τὸν Τεβέριον πιεζούμενα κατὰ πρόσωπον μὲν ὑπὸ τῶν θηρίων, πέριξ δὲ καὶ κατὰ τὰς ἐκ τῶν πλαγίων ἐπιφανείας ὑπὸ τῶν εὐζώνων, ἐτράπησαν καὶ συνωθοῦντο κατὰ τὸν διωγμὸν πρὸς τὸν ὑποκείμενον ποταμόν.
最终,提比里乌斯军队的两翼在正面受到野兽的压迫,在周围及侧翼受到轻装兵的袭击,被打败并被驱赶着退向后面的河流。
§3.74.3τούτου δὲ συμβάντος οἱ κατὰ μέσον τὸν κίνδυνον ταχθέντες τῶν Ῥωμαίων οἱ μὲν κατόπιν ἐφεστῶτες ὑπὸ τῶν ἐκ τῆς ἐνέδρας προσπεσόντων ἀπώλλυντο καὶ κακῶς ἔπασχον, §3.74.4οἱ δὲ περὶ τὰς πρώτας χώρας ἐπαναγκασθέντες ἐκράτησαν τῶν Κελτῶν καὶ μέρους τινὸς τῶν Λιβύων καὶ πολλοὺς αὐτῶν ἀποκτείναντες διέκοψαν τὴν τῶν Καρχηδονίων τάξιν.
这一情况发生后,被部署在危险中部的罗马人中,那些站在后排的人被来自伏击的袭击者消灭并遭受了惨重的损失,而那些在最前排的人则在情势所迫下,击败了凯尔特人和一部分利比亚人,并在杀死其中许多人后,突破了迦太基人的防线。
§3.74.5θεωροῦντες δὲ τοὺς ἀπὸ τῶν ἰδίων κεράτων ἐκπεπιεσμένους, τὸ μὲν ἐπιβοηθεῖν τούτοις ἢ πάλιν εἰς τὴν ἑαυτῶν ἀπιέναι παρεμβολὴν ἀπέγνωσαν, ὑφορώμενοι μὲν τὸ πλῆθος τῶν ἱππέων, κωλυόμενοι δὲ διὰ τὸν ποταμὸν καὶ τὴν ἐπιφορὰν καὶ συστροφὴν τοῦ κατὰ κεφαλὴν ὄμβρου.
他们看到自己两翼的友军被击退,便放弃了救援他们或返回自己营地的打算,因为他们忌惮大量的骑兵,且受到河流以及迎头倾泻的暴雨所阻碍。
§3.74.6τηροῦντες δὲ τὰς τάξεις ἁθρόοι μετʼ ἀσφαλείας ἀπεχώρησαν εἰς Πλακεντίαν, ὄντες οὐκ ἐλάττους μυρίων.
然而,他们保持着阵型,成群地安全撤退到了皮亚琴察,人数不少于一万。
§3.74.7τῶν δὲ λοιπῶν οἱ μὲν πλεῖστοι περὶ τὸν ποταμὸν ἐφθάρησαν ὑπό τε τῶν θηρίων καὶ τῶν ἱππέων, §3.74.8οἱ δὲ διαφυγόντες τῶν πεζῶν καὶ τὸ πλεῖστον μέρος τῶν ἱππέων πρὸς τὸ προειρημένον σύστημα ποιούμενοι τὴν ἀποχώρησιν ἀνεκομίσθησαν ἅμα τούτοις εἰς Πλακεντίαν.
至于其余的人,大多数在河流附近被野兽和骑兵消灭,而逃脱的步兵和大部分骑兵则朝着前述的一万人的队伍撤退,并与他们一同退回了皮亚琴察。
§3.74.9τὸ δὲ τῶν Καρχηδονίων στρατόπεδον ἕως τοῦ ποταμοῦ καταδιῶξαν τοὺς πολεμίους, ὑπὸ δὲ τοῦ χειμῶνος οὐκέτι δυνάμενον πορρωτέρω προβαίνειν ἐπανῆλθε πάλιν εἰς τὴν παρεμβολήν.
迦太基军队追击敌人直至河边,但由于暴风雨而无法再向前推进,于是折返回自己的营地。
§3.74.10καὶ πάντες ἐπὶ μὲν τῇ μάχῃ περιχαρεῖς ἦσαν, ὡς κατωρθωκότες· συνέβαινε γὰρ ὀλίγους μὲν τῶν Ἰβήρων καὶ Λιβύων, τοὺς δὲ πλείους ἀπολωλέναι τῶν Κελτῶν· §3.74.11ὑπὸ δὲ τῶν ὄμβρων καὶ τῆς ἐπιγινομένης χιόνος οὕτως διετίθεντο δεινῶς ὥστε τὰ μὲν θηρία διαφθαρῆναι πλὴν ἑνός, πολλοὺς δὲ καὶ τῶν ἀνδρῶν ἀπόλλυσθαι καὶ τῶν ἵππων διὰ τὸ ψῦχος.
大家都因赢得了这场战斗而无比喜悦,认为自己取得了成功;因为在战斗中伊比利亚人和利比亚人死伤甚少,而死者的大部分是凯尔特人;然而,由于暴雨和随后的降雪,他们处于极度恶劣的境地,以至于除了一头之外,所有的野兽都死光了,许多士兵和马匹也因严寒而丧生。

词汇与语法注释

  1. 3.74.1τὸν κίνδυνον — 前一分句末尾的 ἐφάμιλλον ποιούμενοι(“使……势均力敌”)的直接宾语。接下来的关系副词短语 ἐν ᾧ καιρῷ(“正是在那个时候”)引出了战斗的关键转折点。
  2. 3.74.3οἱ κατὰ μέσον τὸν κίνδυνον ταχθέντες τῶν Ῥωμαίων οἱ μὲν κατόπιν ἐφεστῶτες — 主格名词短语 οἱ κατὰ μέσον τὸν κίνδυνον ταχθέντες(“被部署在危险中部的罗马人”)与随后的 οἱ μὲν κατόπιν ἐφεστῶτες(“那些站在后排的人”)构成部分同格(partitive apposition)关系。这种语法结构将中部部队中“后排”的命运与下一节(§3.74.4)中“最前排(οἱ δὲ περὶ τὰς πρώτας χώρας)”的命运形成鲜明对比。
  3. 3.74.5ἀπέγνωσαν — 动词 ἀπογινώσκω(“放弃、感到绝望”)带有冠词性不定式短语 τὸ μὲν ἐπιβοηθεῖν... ἢ πάλιν... ἀπιέναι 作为其直接宾语,表示“放弃了救援……或返回……的打算”。分词 ὑφορώμενοι(“忌惮……”)和 κωλυόμενοι(“受阻于……”)补充说明了做出这一决定的原因。

引用这一段

波利比奥斯, 历史 §3.74.1-3.74.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.74.1-3.74.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。