Humanitext Reader

ポリュビオス · 歴史 §3.75.1-3.75.8

敗報の発覚とローマの防備体制の強化

234 / 1311 箇所 · ギリシア語

要旨

敗北の事実を隠そうとするティベリウスの虚偽の報告にもかかわらず、ローマの市民は敗戦の真相を察知する。危機感にかられたローマは、新執政官を中心に同盟国からの増援を確保し、軍備を大幅に強化して迎撃体制を整える。

§3.75.1ὁ δὲ Τεβέριος εἰδὼς μὲν τὰ συμβεβηκότα, βουλόμενος δὲ κατὰ δύναμιν ἐπικρύπτεσθαι τοὺς ἐν τῇ Ῥώμῃ τὸ γεγονὸς ἔπεμψε τοὺς ἀπαγγελοῦντας ὅτι μάχης γενομένης τὴν νίκην αὐτῶν ὁ χειμὼν ἀφείλετο.
ティベリウスは起きたことを知っていたが、ローマにいる者たちから事実をできる限り隠そうと望み、戦闘は行われたものの悪天候が自分たちから勝利を奪ったのだと報告する使者たちを送った。
§3.75.2οἱ δὲ Ῥωμαῖοι παραυτίκα μὲν ἐπίστευον τοῖς προσπίπτουσιν·
ローマの人々は、最初は知らされたことを信じた。
μετʼ οὐ πολὺ δὲ πυνθανόμενοι τοὺς μὲν Καρχηδονίους καὶ τὴν παρεμβολὴν τὴν αὑτῶν τηρεῖν καὶ τοὺς Κελτοὺς πάντας ἀπονενευκέναι πρὸς τὴν ἐκείνων φιλίαν, §3.75.3τοὺς δὲ παρʼ αὑτῶν ἀπολελοιπότας τὴν παρεμβολὴν ἐκ τῆς μάχης ἀνακεχωρηκέναι καὶ συνηθροῖσθαι πάντας εἰς τὰς πόλεις καὶ χορηγεῖσθαι δὲ τοῖς ἀναγκαίοις ἐκ θαλάττης ἀνὰ τὸν Πάδον ποταμόν, καὶ λίαν σαφῶς ἔγνωσαν τὰ γεγονότα περὶ τὸν κίνδυνον.
しかし、しばらくして、カルタゴ軍が自らの陣営を維持しており、ケルタ人がすべて彼らの友好関係へと傾いたこと、また味方の生き残り(自陣を去った者たち)が戦闘から退却して、すべて都市に集結しており、必要な物資を海からパドゥス川を遡って補給されていることを知り、戦闘に関する事実を極めて明確に理解した。
§3.75.4διὸ καὶ παραδόξου φανέντος αὐτοῖς τοῦ πράγματος, περὶ τὰς λοιπὰς παρασκευὰς διαφερόντως ἐγίνοντο καὶ περὶ φυλακὴν τῶν προκειμένων τόπων, πέμποντες εἰς Σαρδόνα καὶ Σικελίαν στρατόπεδα, πρὸς δὲ τούτοις εἰς Τάραντα προφυλακὰς καὶ τῶν ἄλλων τόπων εἰς τοὺς εὐκαίρους· παρεσκεύασαν δὲ καὶ ναῦς ἑξήκοντα πεντήρεις.
それゆえ、この事態が彼らにとって予想外であると思われたため、彼らは残りの準備に格別熱心になり、また前方の地域の防衛にも力を注ぎ、サルディニアとシケリアに軍勢を、さらにこれらに加えてタレントゥムや他の要衝の地に守備隊を送り、また60隻の五段櫂船を準備した。
Γνάιος δὲ Σερουίλιος καὶ Γάιος Φλαμίνιος, §3.75.5οἵπερ ἔτυχον ὕπατοι τότε καθεσταμένοι, συνῆγον τοὺς συμμάχους καὶ κατέγραφον τὰ παρʼ αὑτοῖς στρατόπεδα.
一方、グナエウス・セルウィリウスとガイウス・フラミニウスは、当時執政官に就任していたのであるが、同盟軍を集結させ、自らの軍団を徴募した。
§3.75.6παρῆγον δὲ καὶ τὰς ἀγορὰς τὰς μὲν εἰς Ἀρίμινον τὰς δʼ εἰς Τυρρηνίαν, ὡς ἐπὶ τούτοις ποιησόμενοι τοῖς τόποις τὴν ἔξοδον.
彼らはまた、食糧の一部をアリミヌムへ、一部をエトルリアへと送り届けた。 それは、これらの場所から出撃を行うつもりであったからである。
§3.75.7ἔπεμψαν δὲ καὶ πρὸς Ἱέρωνα περὶ βοηθείας, ὃς καὶ πεντακοσίους αὐτοῖς ἐξαπέστειλε Κρῆτας καὶ χιλίους πελτοφόρους·
彼らはまた、ヒエロンのもとへも援助を求めて使者は送り、ヒエロンは彼らにクレタ兵500名と軽装歩兵1000名を派遣した。
πάντα δὲ καὶ πανταχόθεν ἐνεργῶς ἡτοίμαζον.
彼らはあらゆる物資をあらゆる場所から精力的に準備した。
§3.75.8τότε γάρ εἰσι φοβερώτατοι Ῥωμαῖοι καὶ κοινῇ καὶ κατʼ ἰδίαν, ὅταν αὐτοὺς περιστῇ φόβος ἀληθινός.
というのも、ローマ人は、真の恐怖に包まれたときにこそ、国家としても個人としても、最も恐るべき存在となるからである。

語釈・文法注

  1. §3.75.1ἐπικρύπτεσθαι τοὺς ἐν τῇ Ῥώμῃ τὸ γεγονὸς — 動詞 ἐπικρύπτομαι は二重対格(「[人・対格]から[物・対格]を隠す」)をとる。ここでは τοὺς ἐν τῇ Ῥώμῃ が「人」の対格、τὸ γεγονὸς が「物」の対格であり、主語は分詞 βουλόμενος に一致するティベリウスである。
  2. §3.75.3τοὺς δὲ παρʼ αὑτῶν ἀπολελοιπότας τὴν παρεμβολὴν — ἀπολελοιπότας は完了能動分詞であり、直訳すれば「自らの陣営を立ち去った者たち」となるが、文脈上は敗戦によって陣営を放棄し、撤退を余儀なくされたローマ兵の生き残りたちを指す。
  3. §3.75.3πυνθανόμενοι τοὺς μὲν Καρχηδονίους ... καὶ τοὺς Κελτοὺς ... τοὺς δὲ παρʼ αὑτῶν ... ἀνακεχωρηκέναι — 分詞 πυνθανόμενοι(§3.75.2)が導く対格不定詞句(1. τοὺς μὲν Καρχηδονίους ... τηρεῖν, 2. καὶ τοὺς Κελτοὺς ... ἀπονενευκέναι, 3. τοὺς δὲ παρʼ αὑτῶν ... ἀνακεχωρηκέναι ...)が多重に並列され、最後に主節の動詞 ἔγνωσαν(§3.75.3)に結びつく長い構文を形成している。ἔγνωσαν の直前にある καὶ は、これらの事実を知ったことによる「そして実に(明らかに理解した)」という強調を示す。

この箇所を引用する

ポリュビオス, 歴史 §3.75.1-3.75.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.75.1-3.75.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。