§3.73.1καὶ βάδην ποιούμενος τὴν ἔφοδον.
そして歩行で進撃を開始した。
ἤδη δὲ σύνεγγυς ὄντων ἀλλήλοις, συνεπλέκησαν οἱ προκείμενοι τῶν δυνάμεων εὔζωνοι.
すでに両軍が互いに接近したとき、それぞれの軍の前衛に配備されていた軽装兵たちが交戦した。
§3.73.2τούτου δὲ συμβάντος οἱ μὲν Ῥωμαῖοι κατὰ πολλοὺς τρόπους ἠλαττοῦντο, τοῖς δὲ Καρχηδονίοις ὑπερδέξιον γίνεσθαι συνέβαινε τὴν χρείαν,
これが始まると、ローマ軍は多くの点で不利な状況に置かれ、一方のカルタゴ軍にとっては、その戦闘行動が有利に展開することとなった。
§3.73.3ἅτε δὴ τῶν μὲν Ῥωμαίων πεζακοντιστῶν κακοπαθούντων ἐξ ὄρθρου καὶ προεμένων τὰ πλεῖστα βέλη κατὰ τὴν πρὸς τοὺς Νομάδας συμπλοκήν, τῶν δὲ καταλειπομένων βελῶν ἠχρειωμένων αὐτοῖς διὰ τὴν συνέχειαν τῆς νοτίδος.
というのも、ローマ軍の歩兵槍投げ兵たちは夜明けから疲弊しており、そのうえ大半の投射兵器をヌミディア兵との小競り合いで使い果たしてしまっており、残された武器も、降り続く湿気のために役に立たなくなっていたからである。
§3.73.4παραπλήσια δὲ τούτοις συνέβαινε καὶ περὶ τοὺς ἱππεῖς γίνεσθαι καὶ περὶ τὸ σύμπαν αὐτοῖς στρατόπεδον.
これと似たようなことが、彼らの騎兵についても、また全軍についても生じていた。
§3.73.5περί γε μὴν τοὺς Καρχηδονίους ὑπῆρχε τἀναντία τούτων·
これに対し、カルタゴ軍に関してはその正反対の状況が存していた。
ἀκμαῖοι γὰρ παρατεταγμένοι καὶ νεαλεῖς ἀεὶ πρὸς τὸ δέον εὐχρήστως καὶ προθύμως εἶχον.
すなわち、彼らは万全の状態で隊列を整え、かつ気力に満ちており、必要とされる任務に対して常に有用で意欲的であった。
§3.73.6διόπερ ἅμα τῷ δέξασθαι διὰ τῶν διαστημάτων τοὺς προκινδυνεύοντας καὶ συμπεσεῖν τὰ βαρέα τῶν ὅπλων ἀλλήλοις, οἱ μὲν ἱππεῖς οἱ τῶν Καρχηδονίων εὐθέως ἀπʼ ἀμφοῖν τοῖν κεράτοιν ἐπίεζον τοὺς ὑπεναντίους, ὡς ἂν τῷ πλήθει πολὺ διαφέροντες καὶ ταῖς ἀκμαῖς αὐτῶν τε καὶ τῶν ἵππων διὰ τὴν προειρημένην ἀκεραιότητα περὶ τὴν ἔξοδον·
それゆえ、前衛の軽装兵たちを戦列の間隔から後方に受け入れ、両軍の重装歩兵同士が衝突すると同時に、カルタゴ軍の騎兵は直ちに両翼から敵を圧迫した。 彼らは数において遥かに勝っており、出撃にあたって前述のように万全の状態にあったため、彼ら自身も馬も活力に満ちていたからである。
§3.73.7τοῖς δὲ Ῥωμαίοις τῶν ἱππέων ὑποχωρησάντων καὶ ψιλωθέντων τῶν τῆς φάλαγγος κεράτων, οἵ τε λογχοφόροι τῶν Καρχηδονίων καὶ τὸ τῶν Νομάδων πλῆθος ὑπεραίροντες τοὺς προτεταγμένους τῶν ἰδίων καὶ πρὸς τὰ κέρατα προσπίπτοντες τοῖς Ῥωμαίοις πολλὰ καὶ κακὰ διειργάζοντο καὶ μάχεσθαι τοῖς κατὰ πρόσωπον οὐκ εἴων.
ローマ軍においては、騎兵たちが後退して方陣の両翼がむき出しになると、カルタゴ軍の槍投げ兵と多数のヌミディア兵が、味方の前衛を迂回してローマ軍の両翼へと襲いかかり、多くの甚大な被害を与え、正面の敵と戦うことを許さなかった。
§3.73.8οἱ δʼ ἐν τοῖς βαρέσιν ὅπλοις παρʼ ἀμφοῖν τὰς πρώτας ἔχοντες καὶ μέσας τῆς ὅλης παρεμβολῆς τάξεις ἐπὶ πολὺν χρόνον ἐμάχοντο συστάδην, ἐφάμιλλον ποιούμενοι
一方、両軍の重装歩兵たちのうち、全陣形の最前列および中央の隊列を占める者たちは、長い間、接近戦で戦い、互角の戦いを演じながら、