Humanitext Reader

波利比奥斯 · 历史 §3.73.1-3.73.8

战斗开始与罗马前锋及骑兵的苦战

第 232 段,共 1311 段 · 希腊语

内容简介

描述了罗马军与迦太基军正式交战的开始,由于身体疲惫、潮湿以及数量上的劣势,罗马轻装兵和骑兵陷入了严重的被动境地。

§3.73.1καὶ βάδην ποιούμενος τὴν ἔφοδον.
并以步行速度发起进攻。
ἤδη δὲ σύνεγγυς ὄντων ἀλλήλοις, συνεπλέκησαν οἱ προκείμενοι τῶν δυνάμεων εὔζωνοι.
当两军已经互相逼近时,部署在各自部队前沿的轻装兵便交火了。
§3.73.2τούτου δὲ συμβάντος οἱ μὲν Ῥωμαῖοι κατὰ πολλοὺς τρόπους ἠλαττοῦντο, τοῖς δὲ Καρχηδονίοις ὑπερδέξιον γίνεσθαι συνέβαινε τὴν χρείαν, §3.73.3ἅτε δὴ τῶν μὲν Ῥωμαίων πεζακοντιστῶν κακοπαθούντων ἐξ ὄρθρου καὶ προεμένων τὰ πλεῖστα βέλη κατὰ τὴν πρὸς τοὺς Νομάδας συμπλοκήν, τῶν δὲ καταλειπομένων βελῶν ἠχρειωμένων αὐτοῖς διὰ τὴν συνέχειαν τῆς νοτίδος.
这一情况发生后,罗马人在许多方面都处于劣势,而对迦太基人来说,他们的战斗行动则变得极其有利,因为罗马的步兵标枪兵自黎明起就已经疲惫不堪,而且在与努米底亚人的小交锋中已经消耗了绝大部分投射武器,而剩下好不容易保留下来的武器也因持续的潮湿而变得毫无用处。
§3.73.4παραπλήσια δὲ τούτοις συνέβαινε καὶ περὶ τοὺς ἱππεῖς γίνεσθαι καὶ περὶ τὸ σύμπαν αὐτοῖς στρατόπεδον.
与此类似的情况也发生在他们的骑兵以及他们的整个军队身上。
§3.73.5περί γε μὴν τοὺς Καρχηδονίους ὑπῆρχε τἀναντία τούτων· ἀκμαῖοι γὰρ παρατεταγμένοι καὶ νεαλεῖς ἀεὶ πρὸς τὸ δέον εὐχρήστως καὶ προθύμως εἶχον.
然而,对于迦太基人来说,情况恰恰相反;因为他们以饱满的状态整队,且精神饱满,对于所需的任务始终能够高效且热心地应对。
§3.73.6διόπερ ἅμα τῷ δέξασθαι διὰ τῶν διαστημάτων τοὺς προκινδυνεύοντας καὶ συμπεσεῖν τὰ βαρέα τῶν ὅπλων ἀλλήλοις, οἱ μὲν ἱππεῖς οἱ τῶν Καρχηδονίων εὐθέως ἀπʼ ἀμφοῖν τοῖν κεράτοιν ἐπίεζον τοὺς ὑπεναντίους, ὡς ἂν τῷ πλήθει πολὺ διαφέροντες καὶ ταῖς ἀκμαῖς αὐτῶν τε καὶ τῶν ἵππων διὰ τὴν προειρημένην ἀκεραιότητα περὶ τὴν ἔξοδον·
因此,在通过阵列间隙接纳了前哨部队、且双方的重装步兵相互交锋的同时,迦太基骑兵立即从两翼向对手施加压力,因为他们的人数远远占优,而且由于前述出击时处于完好无损的状态,他们自身和马匹都精力充沛。
§3.73.7τοῖς δὲ Ῥωμαίοις τῶν ἱππέων ὑποχωρησάντων καὶ ψιλωθέντων τῶν τῆς φάλαγγος κεράτων, οἵ τε λογχοφόροι τῶν Καρχηδονίων καὶ τὸ τῶν Νομάδων πλῆθος ὑπεραίροντες τοὺς προτεταγμένους τῶν ἰδίων καὶ πρὸς τὰ κέρατα προσπίπτοντες τοῖς Ῥωμαίοις πολλὰ καὶ κακὰ διειργάζοντο καὶ μάχεσθαι τοῖς κατὰ πρόσωπον οὐκ εἴων.
在罗马骑兵败退、方阵两翼暴露之后,迦太基的轻盾兵和大量的努米底亚兵绕过自己前排的士兵,向罗马人的两翼发起猛攻,造成了巨大的杀伤,使罗马人无法与前方的敌人交战。
§3.73.8οἱ δʼ ἐν τοῖς βαρέσιν ὅπλοις παρʼ ἀμφοῖν τὰς πρώτας ἔχοντες καὶ μέσας τῆς ὅλης παρεμβολῆς τάξεις ἐπὶ πολὺν χρόνον ἐμάχοντο συστάδην, ἐφάμιλλον ποιούμενοι
而双方的重装步兵中,占据整个阵列最前排和中间位置的队伍,则在很长一段时间内进行着肉搏战,彼此不相上下,

词汇与语法注释

  1. §3.73.1καὶ βάδην ποιούμενος τὴν ἔφοδον — 本节开头以连词 `καὶ` 引导的分词短语。其逻辑主语是前一章末尾(§3.72.13)提及的执政官提贝里乌斯。该短语在语义上直接承接前文的主动词 `ἐπῄει`(前进),以分词结构延续叙述。
  2. §3.73.3ἅτε δὴ τῶν μὲν Ῥωμαίων — 由表示原因的粒子 `ἅτε δὴ` 引导的两个属格独立结构(`τῶν μὲν Ῥωμαίων... κακοπαθούντων... καὶ προεμένων...` 与 `τῶν δὲ καταλειπομένων βελῶν ἠχρειωμένων...`)。用于基于客观事实(而非主观臆断)来阐明原因或理由。
  3. §3.73.6ὡς ἂν τῷ πλήθει πολὺ διαφέροντες — 连接词 `ὡς ἂν` 连同主格分词 `διαφέροντες` 的结构。它描述了主句主语(迦太基骑兵)的状况,带有一种“既然……那是理所当然”的自然因果或高度必然性的语气。
  4. §3.73.8ἐφάμιλλον ποιούμενος — 在文本传承中,存在单数 `ποιούμενος` 与复数 `ποιούμενοι` 的异读。由于主句主语是复数(`οἱ δʼ... ἐμάχοντο`),从语法上讲应当是复数现在分词 `ποιούμενοι`。部分抄本中出现的单数 `ποιούμενος` 属于语法一致性的破裂(破格文体)或抄写错误。在此应将其理解为修饰复数主语(意为“使战斗不分胜负”)。

引用这一段

波利比奥斯, 历史 §3.73.1-3.73.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.73.1-3.73.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。