§3.72.1ὁ δὲ Τεβέριος ἅμα τῷ συνιδεῖν ἐγγίζοντας τοὺς Νομαδικοὺς ἱππεῖς παραυτίκα μὲν αὐτὴν τὴν ἵππον ἐξαπέστελλε, προστάξας ἔχεσθαι καὶ συμπλέκεσθαι τοῖς πολεμίοις.
ティベリウスは、ヌミディア騎兵が近づくのを目にするやいなや、直ちに騎兵自体を送り出し、敵に追随して交戦するよう命じた。
§3.72.2ἑξῆς δὲ τούτοις ἐξέπεμπε τοὺς πεζακοντιστὰς εἰς ἑξακισχιλίους· ἐκίνει δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐκ τοῦ χάρακος, ὡς ἐξ ἐπιφανείας κριθησομένων τῶν ὅλων, ἐπαιρόμενος τῷ τε πλήθει τῶν ἀνδρῶν καὶ τῷ γεγονότι τῇ προτεραίᾳ περὶ τοὺς ἱππεῖς εὐημερήματι.
これらに続いて、約六千の槍投げ兵を送り出し、さらには、あたかも公然と大勢が決するかのように、兵員の多さと前日に騎兵たちの間に生じた成功とによって意気揚々として、残りの全軍を陣営から出撃させた。
§3.72.3οὔσης δὲ τῆς ὥρας περὶ χειμερινὰς τροπὰς καὶ τῆς ἡμέρας νιφετώδους καὶ ψυχρᾶς διαφερόντως, τῶν δʼ ἀνδρῶν καὶ τῶν ἵππων σχεδὸν ὡς εἰπεῖν ἁπάντων ἀναρίστων ἐκπεπορευμένων, τὸ μὲν πρῶτον ὁρμῇ καὶ προθυμίᾳ περιῆν τὸ πλῆθος·
季節は冬至の頃で、とりわけ雪が降り寒さの厳しい日であり、兵士も馬もほぼ全員が朝食をとらずに出撃していたため、初めのうちは軍勢は勢いと熱意に満ちていた。
§3.72.4ἐπιγενομένης δὲ τῆς τοῦ Τρεβία ποταμοῦ διαβάσεως, καὶ προσαναβεβηκότος τῷ ῥεύματι διὰ τὸν ἐν τῇ νυκτὶ γενόμενον ἐν τοῖς ὑπὲρ τὰ στρατόπεδα τόποις ὄμβρον, μόλις ἕως τῶν μασθῶν οἱ πεζοὶ βαπτιζόμενοι διέβαινον·
だが、トレビア川の渡河がこれに続くと、陣営の上流地域で夜間に降った雨のために水流が増しており、歩兵たちは胸まで水に浸かりながら、かろうじて渡河した。
§3.72.5ἐξ ὧν ἐκακοπάθει τὸ στρατόπεδον ὑπό τε τοῦ ψύχους καὶ τῆς ἐνδείας, ὡς ἂν ἤδη καὶ τῆς ἡμέρας προβαινούσης.
このため、すでに日も高くなりつつある中、軍隊は寒さと食糧の欠乏によってひどく苦しむこととなった。
§3.72.6οἱ δὲ Καρχηδόνιοι κατὰ σκηνὰς βεβρωκότες καὶ πεπωκότες καὶ τοὺς ἵππους ἡτοιμακότες ἠλείφοντο καὶ καθωπλίζοντο περὶ τὰ πυρὰ πάντες.
一方、カルタゴ軍は天幕ごとに食事と休息を済ませ、馬の準備を整えて、全員がたき火の周りで体に油を塗り、武装を整えていた。
§3.72.7Ἀννίβας δὲ τὸν καιρὸν ἐπιτηρῶν ἅμα τῷ συνιδεῖν διαβεβηκότας τοὺς Ῥωμαίους τὸν ποταμὸν προβαλόμενος ἐφεδρείαν τοὺς λογχοφόρους καὶ Βαλιαρεῖς, ὄντας εἰς ὀκτακισχιλίους, ἐξῆγε τὴν δύναμιν.
ハンニバルは好機をうかがっており、ローマ軍が川を渡ったのを見るやいなや、前衛として槍投げ兵とバレアレス兵の約八千名を前方へ配備し、主力を出撃させた。
§3.72.8καὶ προαγαγὼν ὡς ὀκτὼ στάδια πρὸ τῆς στρατοπεδείας τοὺς μὲν πεζοὺς ἐπὶ μίαν εὐθεῖαν παρενέβαλε, περὶ δισμυρίους ὄντας τὸν ἀριθμόν, Ἴβηρας καὶ Κελτοὺς καὶ Λίβυας,
そして、陣営の前方約八スタディオンまで進め、約二万人のイベリア人、ケルト人、リビア人からなる歩兵を一直線上に配置した。
§3.72.9τοὺς δʼ ἱππεῖς διελὼν ἐφʼ ἑκάτερον παρέστησε τὸ κέρας, πλείους ὄντας μυρίων σὺν τοῖς παρὰ τῶν Κελτῶν συμμάχοις, τὰ δὲ θηρία μερίσας πρὸ τῶν κεράτων διʼ ἀμφοτέρων προεβάλετο.
騎兵は二分して両翼に配置したが、彼らはケルト人の同盟軍を合わせて一万人以上おり、戦象は分配して両翼の前方に配備した。
§3.72.10Τεβέριος δὲ κατὰ τὸν αὐτὸν καιρὸν τοὺς μὲν ἱππεῖς ἀνεκαλεῖτο, θεωρῶν οὐκ ἔχοντας ὅ,τι χρήσονται τοῖς ὑπεναντίοις διὰ τὸ τοὺς Νομάδας ἀποχωρεῖν μὲν εὐχερῶς καὶ σποράδην, ἐπικεῖσθαι δὲ πάλιν ἐκ μεταβολῆς τολμηρῶς καὶ θρασέως·
ティベリウスは、同じ頃に味方の騎兵を呼び戻した。 彼らが敵に対してどう対処すべきか途方に暮れているのを見たからである。 というのも、ヌミディア兵は容易に散り散りになって退却する一方で、反転して果敢かつ大胆に襲いかかってくるからであった。
τὸ γὰρ τῆς Νομαδικῆς μάχης ἴδιόν ἐστι τοῦτο·
これこそがヌミディア人の戦い方の特徴なのである。
§3.72.11τοὺς δὲ πεζοὺς παρενέβαλε κατὰ τὰς εἰθισμένας παρʼ αὐτοῖς τάξεις, ὄντας τοὺς μὲν Ῥωμαίους εἰς μυρίους ἑξακισχιλίους, τοὺς δὲ συμμάχους εἰς δισμυρίους.
そして歩兵を彼らの慣例の隊形に従って配置したが、ローマ人は約一万六千名、同盟軍は約二万名であった。
§3.72.12τὸ γὰρ τέλειον στρατόπεδον παρʼ αὐτοῖς πρὸς τὰς ὁλοσχερεῖς ἐπιβολὰς ἐκ τοσούτων ἀνδρῶν ἐστιν, ὅταν ὁμοῦ τοὺς ὑπάτους ἑκατέρους οἱ καιροὶ συνάγωσιν.
なぜなら、状況によって両執政官が共同で軍を率いることになるときは、本格的な作戦のための彼らの完全な軍隊はこれだけの数の人員から構成されるからである。
§3.72.13μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐφʼ ἑκάτερον θεὶς τὸ κέρας, ὄντας εἰς τετρακισχιλίους, ἐπῄει τοῖς ὑπεναντίοις σοβαρῶς, ἐν τάξει
この後、約四千名の騎兵を両翼に配置し、整然と隊列を保ち、威風堂々と敵に向かって前進した。