§3.71.1τοῦ Τεβερίου πρὸς τούτοις ἦν.
ティベリウスの攻撃を予見しており、これらの備えに専念していた。
πάλαι δὲ συνεωρακὼς μεταξὺ τῶν στρατοπέδων τόπον ἐπίπεδον μὲν καὶ ψιλόν, εὐφυῆ δὲ πρὸς ἐνέδραν διά τι ῥεῖθρον ἔχον ὀφρῦν, ἐπὶ δὲ ταύτης ἀκάνθας καὶ βάτους συνεχεῖς ἐπιπεφυκότας, ἐγίνετο πρὸς τῷ στρατηγεῖν τοὺς ὑπεναντίους.
また、かねてより両軍の陣営の間に、平坦で樹木のない場所でありながら、ある堤のある水路があるために伏兵に適しており、その堤の上には茨や野薔薇がびっしりと生い茂っている場所を見抜いていた彼は、敵を計略にかけることに着手した。
§3.71.2ἔμελλεν δʼ εὐχερῶς λήσειν·
彼は容易に敵の目を欺くはずであった。
οἱ γὰρ Ῥωμαῖοι πρὸς μὲν τοὺς ὑλώδεις τόπους ὑπόπτως εἶχον διὰ τὸ τοὺς Κελτοὺς ἀεὶ τιθέναι τὰς ἐνέδρας ἐν τοῖς τοιούτοις χωρίοις, τοῖς δʼ ἐπιπέδοις καὶ ψιλοῖς ἀπεπίστευον,
というのも、ローマ人は樹木の生い茂る場所に対しては、ケルト人がいつもそのような場所に伏兵を配置することから警戒を怠らなかったが、平坦で樹木のない場所に対しては、すっかり油断していたからである。
§3.71.3οὐκ εἰδότες ὅτι καὶ πρὸς τὸ λαθεῖν καὶ πρὸς τὸ μηδὲν παθεῖν τοὺς ἐνεδρεύσαντας εὐφυέστεροι τυγχάνουσιν ὄντες τῶν ὑλωδῶν διὰ τὸ δύνασθαι μὲν ἐκ πολλοῦ προορᾶν πάντα τοὺς ἐνεδρεύοντας, εἶναι δʼ ἐπιπροσθήσεις ἱκανὰς ἐν τοῖς πλείστοις τόποις.
彼らは、待ち伏せする者たちが身を隠すためにも、また何の害も受けないためにも、そのような場所が樹木の生い茂る場所よりも適しているということを知らなかった。 なぜなら、待ち伏せする者たちは遠くからすべてを見通すことができる一方で、たいていの場所には十分な遮蔽物があるからである。
§3.71.4τὸ γὰρ τυχὸν ῥεῖθρον μετὰ βραχείας ὀφρύος, ποτὲ δὲ κάλαμοι καὶ πτέρεις καί τι γένος ἀκανθῶν, οὐ μόνον πεζοὺς ἀλλὰ καὶ τοὺς ἱππεῖς ἐνίοτε δύναται κρύπτειν, ἐὰν βραχέα τις προνοηθῇ τοῦ τὰ μὲν ἐπίσημα τῶν ὅπλων ὕπτια τιθέναι πρὸς τὴν γῆν, τὰς δὲ περικεφαλαίας ὑποτιθέναι τοῖς ὅπλοις.
というのも、わずかな堤を伴うありふれた水路、時には葦やシダ、あるいはある種の茨の類でさえ、もし武器の目立つ部分を平らに地面に置き、兜を武器の下に隠すという、わずかな注意を払うならば、歩兵だけでなく、時には騎兵をも隠すことができるからである。
§3.71.5πλὴν ὅ γε τῶν Καρχηδονίων στρατηγὸς κοινολογηθεὶς Μάγωνι τἀδελφῷ καὶ τοῖς συνέδροις περὶ τοῦ μέλλοντος ἀγῶνος, συγκατατιθεμένων αὐτῷ πάντων ταῖς ἐπιβολαῖς, §3.71.6ἅμα τῷ δειπνοποιήσασθαι τὸ στρατόπεδον ἀνακαλεσάμενος Μάγωνα τὸν ἀδελφόν, ὄντα νέον μὲν ὁρμῆς δὲ πλήρη καὶ παιδομαθῆ περὶ τὰ πολεμικά, συνέστησε τῶν ἱππέων ἄνδρας ἑκατὸν καὶ πεζοὺς τοὺς ἴσους.
ともあれ、カルタゴの将軍は、来たるべき戦闘について弟のマゴおよび幕僚たちと協議し、全員が彼の計画に賛同したので、軍隊が夕食を済ませるやいなや、若く、血気盛んで、子供の頃から軍事を叩き込まれた弟のマゴを呼び寄せ、騎兵から100名、そして同数の歩兵を彼に配備した。
§3.71.7ἔτι δὲ τῆς ἡμέρας οὔσης ἐξ ὅλου τοῦ στρατοπέδου σημηνάμενος τοὺς εὐρωστοτάτους παρηγγέλκει δειπνοποιησαμένους ἥκειν ἐπὶ τὴν αὑτοῦ σκηνήν.
また、まだ明るいうちに、全軍の中から最も強健な者たちを選び出し、夕食を済ませた上で自分の天幕に来るよう命じておいた。
§3.71.8παρακαλέσας δὲ καὶ παραστήσας τούτοις τὴν πρέπουσαν ὁρμὴν τῷ καιρῷ παρήγγελλε δέκα τοὺς ἀνδρωδεστάτους ἕκαστον ἐπιλεξάμενον ἐκ τῶν ἰδίων τάξεων ἥκειν εἴς τινα τόπον τακτὸν ἤδη τῆς στρατοπεδείας.
そして彼らを鼓舞し、状況にふさわしい闘志を植え付けた上で、一人ひとりが自分の部隊から最も勇敢な者10名を選び出し、陣営内のすでに指定された特定の場所に来るよう命じた。
§3.71.9τῶν δὲ πραξάντων τὸ συνταχθέν, τούτους μὲν ὄντας ἱππεῖς χιλίους καὶ πεζοὺς ἄλλους τοσούτους ἐξαπέστειλε νυκτὸς εἰς τὴν ἐνέδραν, συστήσας ὁδηγοὺς καὶ τἀδελφῷ διαταξάμενος περὶ τοῦ καιροῦ τῆς ἐπιθέσεως·
彼らが命じられたことを実行すると、これらの者たち、すなわち騎兵1000名と、同数の歩兵を、案内人を同行させて夜間に待ち伏せの場所へと送り出し、弟には攻撃のタイミングについて指示を与えておいた。
§3.71.10αὐτὸς δʼ ἅμα τῷ φωτὶ τοὺς Νομαδικοὺς ἱππεῖς συναγαγών, ὄντας φερεκάκους διαφερόντως, παρεκάλεσε καί τινας δωρεὰς ἐπαγγειλάμενος τοῖς ἀνδραγαθήσασι προσέταξε πελάσαντας τῷ τῶν ἐναντίων χάρακι κατὰ σπουδὴν ἐπιδιαβαίνειν τὸν ποταμὸν καὶ προσακροβολιζομένους κινεῖν τοὺς πολεμίους, βουλόμενος ἀναρίστους καὶ πρὸς τὸ μέλλον ἀπαρασκεύους λαβεῖν τοὺς ὑπεναντίους.
彼自身は、夜明けとともに、とりわけ労苦に耐えるヌミディア騎兵たちを集めて鼓舞し、手柄を立てた者には褒美を約束した上で、敵の陣地に近づき、速やかに川を渡り、小競り合いを仕掛けて敵を誘い出すよう命じた。 これは、敵が朝食も取らず、来たるべき事態に対して何の準備もできていない状態で捉えたいと考えたからである。
§3.71.11τοὺς δὲ λοιποὺς ἡγεμόνας ἁθροίσας ὁμοίως παρεκάλεσε πρὸς τὸν κίνδυνον καὶ πᾶσιν ἀριστοποιεῖσθαι παρήγγειλε καὶ περὶ τὴν τῶν ὅπλων καὶ τῶν ἵππων γίνεσθαι θεραπείαν.
また、その他の将校たちを集めて同様に戦闘に向けて鼓舞し、全員に朝食をとるよう、また武器や馬の手入れをするよう命じた。