§3.66.1Πόπλιος μὲν οὖν ἀναζεύξας προσῆγε διὰ τῶν πεδίων ἐπὶ τὴν τοῦ Πάδου γέφυραν, σπεύδων φθάσαι διαβιβάσας τὰ στρατόπεδα.
プブリウスは陣を払って出発し、平原を通ってパドス川の橋へと軍を進めた。 彼は軍勢を先に渡らせてしまうことを急いでいたからである。
§3.66.2θεωρῶν γὰρ τοὺς μὲν τόπους ἐπιπέδους ὄντας, τοὺς δʼ ὑπεναντίους ἱπποκρατοῦντας, αὑτὸν δὲ βαρυνόμενον ὑπὸ τοῦ τραύματος, εἰς ἀσφαλὲς ἔκρινε δεῖν ἀποκαταστῆσαι τὰς δυνάμεις.
なぜなら、土地が平坦であること、敵が騎兵で優勢であること、そして自分自身が負傷によって重態であることを考慮し、軍勢を安全な場所に退避させるべきだと判断したからである。
§3.66.3Ἀννίβας δὲ μέχρι μέν τινος ὑπέλαβε τοῖς πεζικοῖς στρατοπέδοις αὐτοὺς διακινδυνεύειν·
一方、ハンニバルはある時点までは、彼らが歩兵部隊をもって決戦に臨むものと考えていた。
συνιδὼν δὲ κεκινηκότας ἐκ τῆς παρεμβολῆς, ἕως μὲν τοῦ πρώτου ποταμοῦ καὶ τῆς ἐπὶ τούτῳ γεφύρας ἠκολούθει,
しかし、彼らが陣営から移動したのを目にすると、最初の川とその上の橋までは追撃した。
§3.66.4καταλαβὼν δὲ τὰς μὲν πλείστας τῶν σανίδων ἀνεσπασμένας, τοὺς δὲ φυλάττοντας τὴν γέφυραν ἔτι περὶ τὸν ποταμὸν ὑπολειπομένους, τούτων μὲν ἐγκρατὴς ἐγένετο, σχεδὸν ἑξακοσίων ὄντων τὸν ἀριθμόν·
そこで橋の踏み板の大部分が取り外されており、橋を警備していた者たちがまだ川の付近に取り残されているのを見出すと、これらの者たちを捕らえた。 その数はほぼ600人であった。
§3.66.5τοὺς δὲ λοιποὺς ἀκούων ἤδη πολὺ προειληφέναι, μεταβαλόμενος αὖθις εἰς τἀναντία παρὰ τὸν ποταμὸν ἐποιεῖτο τὴν πορείαν, σπεύδων ἐπὶ τόπον εὐγεφύρωτον ἀφικέσθαι τοῦ Πάδου.
しかし残りの者たちはすでに遙か先へ行ってしまったと聞くと、再び進路を反対方向に反転させて川に沿って進み、パドス川の橋を架けやすい場所に到達することを急いだ。
§3.66.6καταλύσας δὲ δευτεραῖος καὶ γεφυρώσας τοῖς ποταμίοις πλοίοις τὴν διάβασιν Ἀσδρούβᾳ μὲν ἐπέταξεν διακομίζειν τὸ πλῆθος, αὐτὸς δὲ διαβὰς εὐθέως ἐχρημάτιζε τοῖς παραγεγονόσι πρεσβευταῖς ἀπὸ τῶν σύνεγγυς τόπων.
2日目に行軍を終えて陣を敷き、川舟を用いて渡河のための橋を架けると、ハスドルバルに本隊を渡らせようと命じ、自身は直ちに川を渡って近隣の地域からやって来た使節たちと交渉した。
§3.66.7ἅμα γὰρ τῷ γενέσθαι τὸ προτέρημα πάντες ἔσπευδον οἱ παρακείμενοι Κελτοὶ κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καὶ φίλοι γίνεσθαι καὶ χορηγεῖν καὶ συστρατεύειν τοῖς Καρχηδονίοις.
なぜなら、勝利を手にするやいなや、近隣のケルト人全員が当初の意図に従って、カルタゴ人の友となり、物資を補給し、共に戦うことを熱望したからである。
§3.66.8ἀποδεξάμενος δὲ τοὺς παρόντας φιλανθρώπως καὶ κομισάμενος τὰς δυνάμεις ἐκ τοῦ πέραν προῆγεν παρὰ τὸν ποταμόν, τὴν ἐναντίαν ποιούμενος τῇ πρόσθεν παρόδῳ·
やってきた人々を親切に迎え入れ、対岸から軍勢を渡らせ終えると、川に沿って前進したが、以前の行路とは反対の向きを取った。
κατὰ ῥοῦν γὰρ ἐποιεῖτο τὴν πορείαν, σπεύδων συνάψαι τοῖς ὑπεναντίοις.
すなわち、敵と接触することを急いで、川の流れに沿って進路を取ったからである。
§3.66.9ὁ δὲ Πόπλιος περαιωθεὶς τὸν Πάδον καὶ στρατοπεδεύσας περὶ πόλιν Πλακεντίαν, ἥτις ἦν ἀποικία Ῥωμαίων, ἅμα μὲν αὑτὸν ἐθεράπευε καὶ τοὺς ἄλλους τραυματίας, ἅμα δὲ τὰς δυνάμεις εἰς ἀσφαλὲς ἀπηρεῖσθαι νομίζων ἦγε τὴν ἡσυχίαν.
一方、プブリウスはパドス川を渡り、ローマの植民都市であったプラケンティアの街の近くに陣を敷くと、一方では自身と他の負傷者たちの治療に当たり、他方では軍勢が安全な場所に落ち着いたと考えて静穏を保っていた。
§3.66.10Ἀννίβας δὲ παραγενόμενος δευτεραῖος ἀπὸ τῆς διαβάσεως ἐγγὺς τῶν πολεμίων τῇ τρίτῃ παρέταξε τὴν δύναμιν ἐν συνόψει τοῖς ὑπεναντίοις.
一方、ハンニバルは渡河から2日目に敵の近くに到着し、3日目に敵の視界に入る場所で軍勢を整列させた。
§3.66.11οὐδενὸς δὲ σφίσιν ἀντεξάγοντος, κατεστρατοπέδευσε, λαβὼν περὶ πεντήκοντα στάδια τὸ μεταξὺ διάστημα τῶν στρατοπέδων.
しかし誰も彼らに立ち向かって出てこなかったので、両軍の陣営の間の距離を約50スタディオン置いて陣を敷いた。