§3.65.1τῇ δὲ κατὰ πόδας ἡμέρᾳ προῆγον ἀμφότεροι παρὰ τὸν ποταμὸν ἐκ τοῦ πρὸς τὰς Ἄλπεις μέρους, ἔχοντες εὐώνυμον μὲν οἱ Ῥωμαῖοι, δεξιὸν δὲ τὸν ῥοῦν οἱ Καρχηδόνιοι.
翌日、両軍は川に沿ってアルプス側の方向から進んだが、ローマ人は川の流れを左手に、カルタゴ人は右手に見て進んだ。
§3.65.2γνόντες δὲ τῇ δευτέρᾳ διὰ τῶν προνομευόντων ὅτι σύνεγγύς εἰσιν ἀλλήλων, τότε μὲν αὐτοῦ καταστρατοπεδεύσαντες ἔμειναν.
二日目に、斥候からお互いが極めて接近していることを知ると、そのときはそこに陣を敷いて留まった。
§3.65.3τῇ δʼ ἐπαύριον πᾶσαν τὴν ἵππον ἀναλαβόντες ἀμφότεροι, Πόπλιος δὲ καὶ τῶν πεζῶν τοὺς ἀκοντιστάς, προῆγον διὰ τοῦ πεδίου, σπεύδοντες κατοπτεῦσαι τὰς ἀλλήλων δυνάμεις.
その翌日、両軍ともにすべての騎兵を率い、プブリウスはさらに歩兵の投槍兵をも伴って、お互いの軍勢を偵察しようと平原を進んだ。
§3.65.4ἅμα δὲ τῷ πλησιάζειν αὑτοῖς καὶ συνιδεῖν τὸν κονιορτὸν ἐξαιρόμενον εὐθέως συνετάττοντο πρὸς μάχην.
互いに近づき、舞い上がる塵の煙を目にすると同時に、直ちに戦闘の隊列を整えた。
§3.65.5ὁ μὲν οὖν Πόπλιος προθέμενος τοὺς ἀκοντιστὰς καὶ τοὺς ἅμα τούτοις Γαλατικοὺς ἱππεῖς, τοὺς δὲ λοιποὺς ἐν μετώπῳ καταστήσας προῄει βάδην.
プブリウスは投槍兵と彼らに同行していたガリア人騎兵を前方に配置し、残りの者を正面に並べてゆっくりと前進した。
§3.65.6ὁ δʼ Ἀννίβας τὴν μὲν κεχαλινωμένην ἵππον καὶ πᾶν τὸ στάσιμον αὐτῆς κατὰ πρόσωπον τάξας ἀπήντα τοῖς πολεμίοις, τοὺς δὲ Νομαδικοὺς ἱππεῖς ἀφʼ ἑκατέρου τοῦ κέρατος ἡτοιμάκει πρὸς κύκλωσιν.
一方、ハンニバルは銜をつけた騎兵と、そのすべての主力を正面に配置して敵を迎え撃ち、ヌミディア人騎兵を包囲のために両翼に待機させていた。
§3.65.7ἀμφοτέρων δὲ καὶ τῶν ἡγεμόνων καὶ τῶν ἱππέων φιλοτίμως διακειμένων πρὸς τὸν κίνδυνον, τοιαύτην συνέβη γενέσθαι τὴν πρώτην σύμπτωσιν ὥστε τοὺς ἀκοντιστὰς μὴ φθάσαι τὸ πρῶτον ἐκβαλόντας βέλος, φεύγειν δʼ ἐγκλίναντας εὐθέως διὰ τῶν διαστημάτων ὑπὸ τὰς παρʼ αὑτῶν ἴλας, καταπλαγέντας τὴν ἐπιφορὰν καὶ περιδεεῖς γενομένους μὴ συμπατηθῶσιν ὑπὸ τῶν ἐπιφερομένων ἱππέων.
両軍の指揮官も騎兵たちも戦いに向けて闘志に燃えていたが、最初の衝突は、投槍兵たちが最初の槍を放つ間もなく、敵の突撃に圧倒されて、突進してくる騎兵たちに踏みつぶされはしないかと極度に恐れ、自軍の騎兵部隊の隙間を通って直ちに背後へと逃げ出すようなものとなった。
§3.65.8οἱ μὲν οὖν κατὰ πρόσωπον ἀλλήλοις συμπεσόντες ἐπὶ πολὺν χρόνον ἐποίουν ἰσόρροπον τὸν κίνδυνον·
正面で衝突した者たちは、長い間、勝敗の行方を拮抗させていた。
§3.65.9ὁμοῦ γὰρ ἦν ἱππομαχία καὶ πεζομαχία διὰ τὸ πλῆθος τῶν παρακαταβαινόντων ἀνδρῶν ἐν αὐτῇ τῇ μάχῃ.
なぜなら、その戦闘中に馬から降りて戦う者が多数いたため、騎兵戦と歩兵戦が入り混じっていたからである。
§3.65.10τῶν δὲ Νομάδων κυκλωσάντων καὶ κατόπιν ἐπιπεσόντων, οἱ μὲν πεζακοντισταὶ τὸ πρῶτον διαφυγόντες τὴν σύμπτωσιν τῶν ἱππέων τότε συνεπατήθησαν ὑπὸ τοῦ πλήθους καὶ τῆς ἐπιφορᾶς τῶν Νομάδων·
しかし、ヌミディア人たちが包囲して背後から襲いかかると、最初に騎兵の衝突を逃れていた投槍兵たちは、ここでヌミディア人たちの多勢と突撃によって踏みつぶされた。
§3.65.11οἱ δὲ κατὰ πρόσωπον ἐξ ἀρχῆς διαμαχόμενοι πρὸς τοὺς Καρχηδονίους, πολλοὺς μὲν αὑτῶν ἀπολωλεκότες, ἔτι δὲ πλείους τῶν Καρχηδονίων διεφθαρκότες, συνεπιθεμένων ἀπʼ οὐρᾶς τῶν Νομάδων, ἐτράπησαν, οἱ μὲν πολλοὶ σποράδες, τινὲς δὲ περὶ τὸν ἡγεμόνα συστραφέντες.
最初から正面でカルタゴ人と戦い、自分たちも多くを失いながらも、それ以上に多くのカルタゴ人を討ち倒していた者たちも、ヌミディア人たちが背後から襲いかかってきたために敗走し、大部分は散り散りになり、一部は指揮官の周りに固まった。