Humanitext Reader

波利比奥斯 · 历史 §3.66.1-3.66.11

普布利乌斯退兵与汉尼拔渡河追击

第 225 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯渡过帕杜斯河退守普拉肯提亚,汉尼拔在提基努斯河桥头俘获守军后,也渡过帕杜斯河与罗马军对峙。

§3.66.1Πόπλιος μὲν οὖν ἀναζεύξας προσῆγε διὰ τῶν πεδίων ἐπὶ τὴν τοῦ Πάδου γέφυραν, σπεύδων φθάσαι διαβιβάσας τὰ στρατόπεδα.
于是,普布利乌斯拔营出发,穿过平原前往帕杜斯河上的桥梁,急于在敌人之前把军队渡过去。
§3.66.2θεωρῶν γὰρ τοὺς μὲν τόπους ἐπιπέδους ὄντας, τοὺς δʼ ὑπεναντίους ἱπποκρατοῦντας, αὑτὸν δὲ βαρυνόμενον ὑπὸ τοῦ τραύματος, εἰς ἀσφαλὲς ἔκρινε δεῖν ἀποκαταστῆσαι τὰς δυνάμεις.
因为他看到此地地势平坦,而敌人又占有骑兵优势,且他自己也因伤势过重而行动不便,于是判定必须将军队撤退到安全的地方。
§3.66.3Ἀννίβας δὲ μέχρι μέν τινος ὑπέλαβε τοῖς πεζικοῖς στρατοπέδοις αὐτοὺς διακινδυνεύειν· συνιδὼν δὲ κεκινηκότας ἐκ τῆς παρεμβολῆς, ἕως μὲν τοῦ πρώτου ποταμοῦ καὶ τῆς ἐπὶ τούτῳ γεφύρας ἠκολούθει,
一方,汉尼拔在某种程度上曾以为他们会用步兵部队进行决战;但当他发现他们已经离开营地时,便一路追击,直到第一条河以及河上的桥梁。
§3.66.4καταλαβὼν δὲ τὰς μὲν πλείστας τῶν σανίδων ἀνεσπασμένας, τοὺς δὲ φυλάττοντας τὴν γέφυραν ἔτι περὶ τὸν ποταμὸν ὑπολειπομένους, τούτων μὲν ἐγκρατὴς ἐγένετο, σχεδὸν ἑξακοσίων ὄντων τὸν ἀριθμόν·
他发现大部分桥板已被拆除,而负责守卫桥梁的士兵仍留在河边,于是便俘获了这些人,其人数大约有六百人。
§3.66.5τοὺς δὲ λοιποὺς ἀκούων ἤδη πολὺ προειληφέναι, μεταβαλόμενος αὖθις εἰς τἀναντία παρὰ τὸν ποταμὸν ἐποιεῖτο τὴν πορείαν, σπεύδων ἐπὶ τόπον εὐγεφύρωτον ἀφικέσθαι τοῦ Πάδου.
听到其余的人已经领先了很远,他便再次调头向相反方向,沿着河流前进,急于到达帕杜斯河上易于架桥的地方。
§3.66.6καταλύσας δὲ δευτεραῖος καὶ γεφυρώσας τοῖς ποταμίοις πλοίοις τὴν διάβασιν Ἀσδρούβᾳ μὲν ἐπέταξεν διακομίζειν τὸ πλῆθος, αὐτὸς δὲ διαβὰς εὐθέως ἐχρημάτιζε τοῖς παραγεγονόσι πρεσβευταῖς ἀπὸ τῶν σύνεγγυς τόπων.
他在第二天扎营,并用河船架设了渡河的桥梁,命令阿斯德鲁巴运送主力部队渡河,而他自己则立即渡河,接见了从附近地区前来的使节。
§3.66.7ἅμα γὰρ τῷ γενέσθαι τὸ προτέρημα πάντες ἔσπευδον οἱ παρακείμενοι Κελτοὶ κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καὶ φίλοι γίνεσθαι καὶ χορηγεῖν καὶ συστρατεύειν τοῖς Καρχηδονίοις.
因为一旦取得这次胜利,所有邻近的凯尔特人便按照最初的意图,急于与迦太基人结盟、提供给样并共同作战。
§3.66.8ἀποδεξάμενος δὲ τοὺς παρόντας φιλανθρώπως καὶ κομισάμενος τὰς δυνάμεις ἐκ τοῦ πέραν προῆγεν παρὰ τὸν ποταμόν, τὴν ἐναντίαν ποιούμενος τῇ πρόσθεν παρόδῳ· κατὰ ῥοῦν γὰρ ἐποιεῖτο τὴν πορείαν, σπεύδων συνάψαι τοῖς ὑπεναντίοις.
他和善地接待了来访者,并在将大军从对岸运送过来后,沿着河流前进,采取了与先前相反的方向;因为他是顺流而下,急于与敌军交火。
§3.66.9ὁ δὲ Πόπλιος περαιωθεὶς τὸν Πάδον καὶ στρατοπεδεύσας περὶ πόλιν Πλακεντίαν, ἥτις ἦν ἀποικία Ῥωμαίων, ἅμα μὲν αὑτὸν ἐθεράπευε καὶ τοὺς ἄλλους τραυματίας, ἅμα δὲ τὰς δυνάμεις εἰς ἀσφαλὲς ἀπηρεῖσθαι νομίζων ἦγε τὴν ἡσυχίαν.
而普布利乌斯在渡过帕杜斯河并在普拉肯提亚城(此处为罗马殖民地)附近安营扎寨后,一方面调养自己的伤势并治疗其他伤员,另一方面认为军队已处于安全地带,因而保持静止。
§3.66.10Ἀννίβας δὲ παραγενόμενος δευτεραῖος ἀπὸ τῆς διαβάσεως ἐγγὺς τῶν πολεμίων τῇ τρίτῃ παρέταξε τὴν δύναμιν ἐν συνόψει τοῖς ὑπεναντίοις.
汉尼拔在渡河后的第二天到达敌军附近,并在第三天在敌军视线所及范围内列阵。
§3.66.11οὐδενὸς δὲ σφίσιν ἀντεξάγοντος, κατεστρατοπέδευσε, λαβὼν περὶ πεντήκοντα στάδια τὸ μεταξὺ διάστημα τῶν στρατοπέδων.
由于无人出战迎击,他便安营扎寨,两军营地之间保持了大约五十斯塔迪亚的距离。

词汇与语法注释

  1. 3.66.1σπεύδων φθάσαι διαβιβάσας — 动词 φθάνω 伴随补充性分词(此处为 διαβιβάσας)表示“抢先、率先做某事”。与 σπεύδων(急忙)和不定式 φθάσαι 连用,表示“急于(在敌人赶到之前)抢先让军队渡河”。
  2. 3.66.3τοῖς πεζικοῖς στρατοπέδοις αὐτοὺς διακινδυνεύειν — 这是受动词 ὑπέλαβε 支配的“对格+不定式”结构。对格 αὐτούς(罗马人)是不定式 διακινδυνεύειν 的逻辑主语。与格 τοῖς πεζικοῖς στρατοπέδοις 表示手段,意为“用他们的步兵部队来冒险交战”。
  3. 3.66.9εἰς ἀσφαλὲς ἀπηρεῖσθαι — 不定式 ἀπηρεῖσθαι 是动词 ἀπερείδω(支撑、固定)的被动/中间语态。此处作不及物使用,表示“稳固、安顿”(在安全的地方 εἰς ἀσφαλὲς),并与作为主语的 τὰς δυνάμεις 构成对格加不定式结构。

引用这一段

波利比奥斯, 历史 §3.66.1-3.66.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.66.1-3.66.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。