Humanitext Reader

波利比奥斯 · 历史 §3.65.1-3.65.11

提基努斯河之战与罗马骑兵的败退

第 224 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯与汉尼拔的军队在提基努斯河附近对峙,冲突随即演变为一场全面的骑兵战。由于努米底亚骑兵的包围攻击,罗马军队陷入劣势并被迫撤退。

§3.65.1τῇ δὲ κατὰ πόδας ἡμέρᾳ προῆγον ἀμφότεροι παρὰ τὸν ποταμὸν ἐκ τοῦ πρὸς τὰς Ἄλπεις μέρους, ἔχοντες εὐώνυμον μὲν οἱ Ῥωμαῖοι, δεξιὸν δὲ τὸν ῥοῦν οἱ Καρχηδόνιοι.
次日,双方沿着河流从靠近阿尔卑斯山的一侧前进,罗马人将河水流向置于左侧,迦太基人则置于右侧。
§3.65.2γνόντες δὲ τῇ δευτέρᾳ διὰ τῶν προνομευόντων ὅτι σύνεγγύς εἰσιν ἀλλήλων, τότε μὲν αὐτοῦ καταστρατοπεδεύσαντες ἔμειναν.
第二天,他们通过侦察兵得知彼此已经非常接近,于是当时就在原地安营扎寨留了下来。
§3.65.3τῇ δʼ ἐπαύριον πᾶσαν τὴν ἵππον ἀναλαβόντες ἀμφότεροι, Πόπλιος δὲ καὶ τῶν πεζῶν τοὺς ἀκοντιστάς, προῆγον διὰ τοῦ πεδίου, σπεύδοντες κατοπτεῦσαι τὰς ἀλλήλων δυνάμεις.
第三天,双方都带上了全部骑兵,普布利乌斯还带上了步兵中的投枪兵,在平原上前进,急于侦察彼此的兵力。
§3.65.4ἅμα δὲ τῷ πλησιάζειν αὑτοῖς καὶ συνιδεῖν τὸν κονιορτὸν ἐξαιρόμενον εὐθέως συνετάττοντο πρὸς μάχην.
随着他们彼此接近并看到扬起的尘土,便立即列阵准备战斗。
§3.65.5ὁ μὲν οὖν Πόπλιος προθέμενος τοὺς ἀκοντιστὰς καὶ τοὺς ἅμα τούτοις Γαλατικοὺς ἱππεῖς, τοὺς δὲ λοιποὺς ἐν μετώπῳ καταστήσας προῄει βάδην.
普布利乌斯将投枪兵和随同他们的加利亚骑兵布置在前方,将其余的人部署在正面,缓缓前进。
§3.65.6ὁ δʼ Ἀννίβας τὴν μὲν κεχαλινωμένην ἵππον καὶ πᾶν τὸ στάσιμον αὐτῆς κατὰ πρόσωπον τάξας ἀπήντα τοῖς πολεμίοις, τοὺς δὲ Νομαδικοὺς ἱππεῖς ἀφʼ ἑκατέρου τοῦ κέρατος ἡτοιμάκει πρὸς κύκλωσιν.
汉尼拔则将套有缰绳的骑兵及其全部主力部署在正面迎击敌人,同时准备好努米底亚骑兵在两翼进行包围。
§3.65.7ἀμφοτέρων δὲ καὶ τῶν ἡγεμόνων καὶ τῶν ἱππέων φιλοτίμως διακειμένων πρὸς τὸν κίνδυνον, τοιαύτην συνέβη γενέσθαι τὴν πρώτην σύμπτωσιν ὥστε τοὺς ἀκοντιστὰς μὴ φθάσαι τὸ πρῶτον ἐκβαλόντας βέλος, φεύγειν δʼ ἐγκλίναντας εὐθέως διὰ τῶν διαστημάτων ὑπὸ τὰς παρʼ αὑτῶν ἴλας, καταπλαγέντας τὴν ἐπιφορὰν καὶ περιδεεῖς γενομένους μὴ συμπατηθῶσιν ὑπὸ τῶν ἐπιφερομένων ἱππέων.
由于双方的将领和骑兵都对这场危险的战斗充满斗志,第一轮冲突便呈现出这样的态势:投枪兵们甚至来不及投出第一支枪,就因被敌人的冲锋所震慑,并极度害怕被冲过来的骑兵践踏,而立即转身穿过己方骑兵队的间隙退到后方。
§3.65.8οἱ μὲν οὖν κατὰ πρόσωπον ἀλλήλοις συμπεσόντες ἐπὶ πολὺν χρόνον ἐποίουν ἰσόρροπον τὸν κίνδυνον· §3.65.9ὁμοῦ γὰρ ἦν ἱππομαχία καὶ πεζομαχία διὰ τὸ πλῆθος τῶν παρακαταβαινόντων ἀνδρῶν ἐν αὐτῇ τῇ μάχῃ.
在正面相互交锋的人在很长一段时间里使战斗保持着势均力敌的态势;因为由于在这场战斗中有大量人员下马交战,使得骑兵战和步兵战混杂在一起。
§3.65.10τῶν δὲ Νομάδων κυκλωσάντων καὶ κατόπιν ἐπιπεσόντων, οἱ μὲν πεζακοντισταὶ τὸ πρῶτον διαφυγόντες τὴν σύμπτωσιν τῶν ἱππέων τότε συνεπατήθησαν ὑπὸ τοῦ πλήθους καὶ τῆς ἐπιφορᾶς τῶν Νομάδων· §3.65.11οἱ δὲ κατὰ πρόσωπον ἐξ ἀρχῆς διαμαχόμενοι πρὸς τοὺς Καρχηδονίους, πολλοὺς μὲν αὑτῶν ἀπολωλεκότες, ἔτι δὲ πλείους τῶν Καρχηδονίων διεφθαρκότες, συνεπιθεμένων ἀπʼ οὐρᾶς τῶν Νομάδων, ἐτράπησαν, οἱ μὲν πολλοὶ σποράδες, τινὲς δὲ περὶ τὸν ἡγεμόνα συστραφέντες.
但当努米底亚人完成包围并从后方发起袭击时,最初逃过了骑兵冲突的步兵投枪兵们,此时却被人数众多的努米底亚人及其冲锋所践踏;而那些从一开始就在正面与迦太基人激战的士兵,虽然自身损失惨重,但消灭了更多的迦太基人,由于努米底亚人从后方夹击,他们最终溃败,大部分人四处散开,少数人则聚集在指挥官周围。

词汇与语法注释

  1. 3.65.1ἔχοντες εὐώνυμον μὲν οἱ Ῥωμαῖοι, δεξιὸν δὲ τὸν ῥοῦν οἱ Καρχηδόνιοι — 以 τὸν ῥοῦν(水流)为宾语,形容词 εὐώνυμον(左侧的)和 δεξιόν(右侧的)作表语性修饰。直译为‘罗马人将水流置于左侧,迦太基人置于右侧’,表明两军沿着同一条河流相向而行。
  2. 3.65.7μὴ φθάσαι τὸ πρῶτον ἐκβαλόντας βέλος — 动词 φθάνω 与分词(此处为 ἐκβαλόντας)连用的句型,表示‘在……之前’或‘来不及……’。在此处配合不定式 φθάσαι,意为‘甚至来不及投出第一支枪’。
  3. 3.65.9τῶν παρακαταβαινόντων ἀνδρῶν — 动词 παρακαταβαίνω 在此语境中指骑兵‘下马(徒步作战)’。准确理解这一分词有助于解释为何战斗会演变为骑兵战与步兵战混杂的局面。

引用这一段

波利比奥斯, 历史 §3.65.1-3.65.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.65.1-3.65.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。