Humanitext Reader

波利比奥斯 · 历史 §3.61.1-3.61.12

双方将领的震惊与罗马召回提比里乌斯

第 220 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔与普布利乌斯皆对彼此出乎意料的进军速度和果敢行动感到震惊。罗马在收到汉尼拔入侵的急报后,召回了正在远征利比亚的提比里乌斯,并下令在北意大利集结防御。

§3.61.1προθέμενος δὲ ταῦτα καὶ τὸν Πόπλιον ἀκούων ἤδη διαβεβηκέναι τὸν Πάδον μετὰ τῶν δυνάμεων καὶ σύνεγγυς εἶναι, τὸ μὲν πρῶτον ἠπίστει τοῖς προσαγγελλομένοις, §3.61.2ἐνθυμούμενος μὲν ὅτι πρότερον ἡμέραις ὀλίγαις αὐτὸν ἀπέλιπε περὶ τὴν τοῦ Ῥοδανοῦ διάβασιν, καὶ συλλογιζόμενος τόν τε πλοῦν τὸν ἀπὸ Μασσαλίας εἰς Τυρρηνίαν ὡς μακρὸς καὶ δυσπαρακόμιστος εἴη, §3.61.3πρὸς δὲ τούτοις τὴν πορείαν ἱστορῶν τὴν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους διὰ τῆς Ἰταλίας μέχρι πρὸς τὰς Ἄλπεις ὡς πολλὴ καὶ δυσδίοδος ὑπάρχει στρατοπέδοις.
汉尼拔决心采取这些行动,同时听说普布利乌斯已经率领军队渡过帕杜斯河并且就在附近,起初他不相信这些报告,因为他考虑到就在几天前,自己才把普布利乌斯留在罗讷河的渡口附近,并推算从马萨利亚到第勒尼安的航程是多么漫长且难以航行,此外,他知道从第勒尼安海穿过意大利直到阿尔卑斯山脉的陆路,对于军队来说是多么长久且难以通过。
§3.61.4πλειόνων δὲ καὶ σαφεστέρως ἀεὶ προσαγγελλόντων, ἐθαύμαζε καὶ κατεπέπληκτο τὴν ὅλην ἐπιβολὴν καὶ τὴν πρᾶξιν τοῦ στρατηγοῦ.
但随着越来越多且越发明确的报告不断传来,他对这位将军的整个计划和行动感到惊叹和震惊。
§3.61.5τὸ δὲ παραπλήσιον συνέβαινε πάσχειν καὶ τὸν Πόπλιον· τὰς μὲν γὰρ ἀρχὰς οὐδʼ ἐπιβάλλεσθαι τῇ διὰ τῶν Ἄλπεων ἤλπισε πορείᾳ τὸν Ἀννίβαν δυνάμεσιν ἀλλοφύλοις· εἰ δὲ καὶ τολμήσαι, καταφθαρήσεσθαι προδήλως αὐτὸν ὑπελάμβανεν.
而普布利乌斯也碰到了极其相似的经历:因为起初他绝未料到汉尼拔会试图率领异族的军队穿过阿尔卑斯山脉;而且即使他敢于尝试,也认为他显然会自取灭亡。
διόπερ ἐν τοιούτοις ὢν διαλογισμοῖς, §3.61.6ὡς ἐπυνθάνετο καὶ σεσῶσθαι καὶ πολιορκεῖν αὐτὸν ἤδη τινὰς πόλεις ἐν Ἰταλίᾳ, κατεπέπληκτο τὴν τόλμαν καὶ τὸ παράβολον τἀνδρός.
因此,正当他处于这种思虑之中时,当他得知汉尼拔不仅安全通过,而且已经在围攻意大利的某些城市时,他对那人的大胆和冒险感到震惊。
§3.61.7τὸ δʼ αὐτὸ συνέβαινεν καὶ τοῖς ἐν τῇ Ῥώμῃ πεπονθέναι περὶ τῶν προσπιπτόντων.
罗马的人们在面对传来的消息时,也同样经历了这些。
§3.61.8ἄρτι γὰρ τῆς τελευταίας φήμης καταληγούσης ὑπὲρ τῶν Καρχηδονίων ὅτι Ζάκανθαν εἰλήφασιν, καὶ πρὸς ταύτην βεβουλευμένων τὴν ἔννοιαν, καὶ τὸν μὲν ἕνα τῶν στρατηγῶν ἐξαπεσταλκότων εἰς τὴν Λιβύην, ὡς αὐτὴν τὴν Καρχηδόνα πολιορκήσοντα, τὸν ἕτερον δʼ εἰς Ἰβηρίαν, ὡς πρὸς Ἀννίβαν ἐκεῖ διαπολεμήσοντα, παρῆν ἀγγελία διότι πάρεστιν Ἀννίβας μετὰ δυνάμεως καὶ πολιορκεῖ τινας ἤδη πόλεις ἐν Ἰταλίᾳ.
因为关于迦太基人攻占萨贡托的最后一个传闻刚刚平息,他们正根据这一想法进行商议,并已将其中一位将军派遣到利比亚,以期围攻迦太基城本身,而将另一位派遣到伊比利亚,以期在那里与汉尼拔交战,就在这时,传来消息称汉尼拔已率领军队抵达,并且已经在围攻意大利的某些城市。
§3.61.9διότι παραδόξου φανέντος αὐτοῖς τοῦ γινομένου, διαταραχθέντες παραχρῆμα πρὸς τὸν Τεβέριον εἰς τὸ Λιλύβαιον ἐξαπέστελλον, δηλοῦντες μὲν τὴν παρουσίαν τῶν πολεμίων, οἰόμενοι δὲ δεῖν ἀφέμενον τῶν προκειμένων κατὰ σπουδὴν βοηθεῖν τοῖς ἰδίοις πράγμασιν.
因此,由于所发生的事情在他们看来是出乎意料的,他们大为惊慌,立即派人前往莉莉贝乌姆找提比里乌斯,向他宣告敌人的到来,并认为他应当放弃眼前的计划,火速救援自己的国家。
§3.61.10ὁ δὲ Τεβέριος τοὺς μὲν ἀπὸ τοῦ στόλου παραυτίκα συναθροίσας ἐξέπεμψε, παραγγείλας ποιεῖσθαι τὸν πλοῦν ὡς ἐπʼ οἴκου· τὰς δὲ πεζικὰς δυνάμεις ἐξώρκισε διὰ τῶν χιλιάρχων, τάξας ἡμέραν ἐν ᾗ δεήσει πάντας ἐν Ἀριμίνῳ γενέσθαι κοιταίους.
提比里乌斯立即召集舰队的人员并将其派出,命令他们向着家园航行;同时,他通过军大队长让步兵部队宣誓,规定了所有人必须在阿里米努姆安营扎寨的日期。
§3.61.11αὕτη δʼ ἔστι πόλις παρὰ τὸν Ἀδρίαν ἐπὶ τῷ πέρατι κειμένη τῶν περὶ τὸν Πάδον πεδίων ὡς ἀπὸ μεσημβρίας.
这座城市临近亚得里亚海,位于帕杜斯河平原边缘靠南的地方。
§3.61.12πανταχόθεν δὲ τοῦ κινήματος ἅμα γινομένου, καὶ τῶν συμβαινόντων πᾶσι παρὰ δόξαν προσπιπτόντων, ἦν παρʼ ἑκάστοις ἐπίστασις ὑπὲρ τοῦ μέλλοντος οὐκ εὐκαταφρόνητος.
由于各方同时展开了军事行动,而且所发生的事情都出乎所有人的预料,每个人心中对未来都产生了一种不可忽视的忧虑。

词汇与语法注释

  1. §3.61.2ὡς μακρὸς καὶ δυσπαρακόμιστος εἴη — 在由 `ὡς`(如何)引导的间接疑问从句中,由于主句动词(分词 `συλλογιζόμενος` 所依附的 `ἠπίστει`)为过去时态,直陈式(`ἐστί`)转变为希求式(`εἴη`)(斜格希求式)。这与下一节(§3.61.3)中的直陈式 `ὑπάρχει` 形成对比。
  2. §3.61.5τὸ δὲ παραπλήσιον συνέβαινε πάσχειν καὶ τὸν Πόπλιον — 无人称动词 `συνέβαινε`(发生)以宾格加不定式结构 `πάσχειν ... τὸν Πόπλιον`(普布利乌斯经历)作为其主语。此处的 `καὶ` 起副词性作用,意为“也”或“同样”。
  3. §3.61.8ἄρτι γὰρ τῆς τελευταίας φήμης καταληγούσης — 从该句直到 `διαπολεμήσοντα`,一系列属格绝对结构(`τῆς... φήμης καταληγούσης`、`βεβουλευμένων`、`ἐξαπεσταλκότων`)链状连接,为独立主句的动词 `παρῆν` 奠定了时间背景。后两个分词的主语(罗马人)被省略,但可通过上下文推知。
  4. §3.61.10γενέσθαι κοιταίους — 形容词 `κοιταῖος`(就寝的、安营的)与不定式 `γενέσθαι` 的结合,在军事术语中是一种惯用表达,意为“在营地住宿”或“(在指定日期前)集结安营”,依附于无人称动词 `δεήσει`(将有必要)。

引用这一段

波利比奥斯, 历史 §3.61.1-3.61.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.61.1-3.61.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。