§3.59.1ἀναγγεῖλαι.
报告。
διόπερ οὐ δυσχεροῦς ἀλλʼ ἀδυνάτου σχεδὸν ὑπαρχούσης κατά γε τοὺς προγεγονότας καιροὺς τῆς ἀληθοῦς ἱστορίας ὑπὲρ τῶν προειρημένων, οὐκ εἴ τι παρέλιπον οἱ συγγραφεῖς ἢ διήμαρτον, ἐπιτιμᾶν αὐτοῖς ἄξιον, §3.59.2ἀλλʼ ἐφʼ ὅσον ἔγνωσάν τι καὶ προεβίβασαν τὴν ἐμπειρίαν τὴν περὶ τούτων ἐν τοιούτοις καιροῖς, ἐπαινεῖν καὶ θαυμάζειν αὐτοὺς δίκαιον.
因此,在过去的时代里,关于上述事物的真实历史不仅是困难的,而且几乎是不可能的,所以如果历史学家们有所省略或出错,我们也不应指责他们,相反,只要他们在那样的时代里有所认识并推进了关于这些事物的经验,赞美和仰慕他们才是公正的。
§3.59.3ἐν δὲ τοῖς καθʼ ἡμᾶς τῶν μὲν κατὰ τὴν Ἀσίαν διὰ τὴν Ἀλεξάνδρου δυναστείαν τῶν δὲ λοιπῶν τόπων διὰ τὴν Ῥωμαίων ὑπεροχὴν σχεδὸν ἁπάντων πλωτῶν καὶ πορευτῶν γεγονότων, §3.59.4ἀπολελυμένων δὲ καὶ τῶν πρακτικῶν ἀνδρῶν τῆς περὶ τὰς πολεμικὰς καὶ πολιτικὰς πράξεις φιλοτιμίας, ἐκ δὲ τούτων πολλὰς καὶ μεγάλας ἀφορμὰς εἰληφότων εἰς τὸ πολυπραγμονεῖν καὶ φιλομαθεῖν περὶ τῶν προειρημένων, §3.59.5δέον ἂν εἴη καὶ βέλτιον γινώσκειν καὶ ἀληθινώτερον ὑπὲρ τῶν πρότερον ἀγνοουμένων.
然而在我们的时代里,一方面由于亚历山大的统治使亚洲诸地,另一方面由于罗马人的优势使其余地方,几乎全都变得可航行、可通行,并且务实的人们也从关于军事和政治活动的野心中解脱出来,并由此获得了许多重大的机会去探究和求知上述事物,因此,对于此前不为人知的事物,我们应当且最好能有更好、更真实的认识。
ὅπερ ἡμεῖς αὐτοί τε πειρασόμεθα ποιεῖν, §3.59.6λαβόντες ἁρμόζοντα τόπον ἐν τῇ πραγματείᾳ τῷ μέρει τούτῳ, τούς τε φιλοπευστοῦντας ὁλοσχερέστερον βουλησόμεθα συνεπιστῆσαι περὶ τῶν προειρημένων, §3.59.7ἐπειδὴ καὶ τὸ πλεῖον τούτου χάριν ὑπεδεξάμεθα τοὺς κινδύνους [καὶ τὰς κακοπαθείας] τοὺς συμβάντας ἡμῖν ἐν πλάνῃ τῇ κατὰ Λιβύην καὶ κατʼ Ἰβηρίαν, ἔτι δὲ Γαλατίαν καὶ τὴν ἔξωθεν ταύταις ταῖς χώραις συγκυροῦσαν θάλατταν, §3.59.8ἵνα διορθωσάμενοι τὴν τῶν προγεγονότων ἄγνοιαν ἐν τούτοις γνώριμα ποιήσωμεν τοῖς Ἕλλησι καὶ ταῦτα τὰ μέρη τῆς οἰκουμένης.
这也正是我们自己将要尝试去做的,在我们的著作中为这一部分安排了合适的篇幅后,我们希望让那些有强烈求知欲的人能够对上述事物有更全面的关注,因为我们主要也是为了这个缘故,才承担了在利比亚、伊比利亚以及高卢,还有这些地区外侧相邻的海洋中旅行时所遭遇的危险[与苦难],以便纠正前人的无知,使希腊人也熟悉居住世界的这些部分。
§3.59.9νῦν δʼ ἀναδραμόντες ἐπὶ τὴν παρέκβασιν τῆς διηγήσεως πειρασόμεθα δηλοῦν τοὺς γενομένους ἐκ παρατάξεως ἐν Ἰταλίᾳ Ῥωμαίοις καὶ Καρχηδονίοις ἀγῶνας.
而现在,我们要从叙述的旁支中折返回来,尝试阐明罗马人与迦太基人在意大利展开的会战。