§3.58.1διότι μὲν οὖν, εἰ καί τι τῶν τῆς ἱστορίας μερῶν ἄλλο, καὶ τοῦτο προσδεῖ λόγου καὶ διορθώσεως ἀληθινωτέρας, προφανὲς ἐκ πολλῶν μάλιστα δʼ ἐκ τούτων.
それゆえ、歴史の他のどの部分にもまして、この箇所もまた説明とより真実な修正を必要としていることは、多くのこと、とりわけ次のことから明らかである。
§3.58.2σχεδὸν γὰρ πάντων, εἰ δὲ μή γε, τῶν πλείστων συγγραφέων πεπειραμένων μὲν ἐξηγεῖσθαι τὰς ἰδιότητας καὶ θέσεις τῶν περὶ τὰς ἐσχατιὰς τόπων τῆς καθʼ ἡμᾶς οἰκουμένης, ἐν πολλοῖς δὲ τῶν πλείστων διημαρτηκότων,
というのも、ほぼすべて、あるいは少なくとも大半の歴史家たちが、我々の知る居住世界の最果ての地域の特徴や位置を説明しようと試みながらも、多くの点においてその大部分で誤っているからである。
§3.58.3παραλείπειν μὲν οὐδαμῶς καθήκει, ῥητέον δέ τι πρὸς αὐτοὺς οὐκ ἐκ παρέργου καὶ διερριμμένως ἀλλʼ ἐξ ἐπιστάσεως, καὶ ῥητέον οὐκ ἐπιτιμῶντας οὐδʼ ἐπιπλήττοντας,
したがって、これを省略することは決して適切ではなく、彼らに対して、ついでに、あるいは散発的にではなく、注意深く何かを語らねばならない。 しかも、非難したり責め立てたりしながら語るべきではない。
§3.58.4ἐπαινοῦντας δὲ μᾶλλον καὶ διορθουμένους τὴν ἄγνοιαν αὐτῶν, γινώσκοντας ὅτι κἀκεῖνοι τῶν νῦν καιρῶν ἐπιλαβόμενοι πολλὰ τῶν αὐτοῖς εἰρημένων εἰς διόρθωσιν ἂν καὶ μετάθεσιν ἤγαγον.
むしろ彼らを賞賛し、彼らの無知を正しながら語るべきであり、彼ら自身もまた、現在の機会を得ていたならば、自ら語ったことの多くを修正し、変更へと導いたであろうことを理解しつつそうすべきである。
§3.58.5ἐν μὲν γὰρ τῷ προγεγονότι χρόνῳ σπανίους ἂν εὕροι τις τῶν Ἑλλήνων τοὺς ἐπιβεβλημένους πολυπραγμονεῖν τὰ κατὰ τὰς ἐσχατιὰς διὰ τὸ τῆς ἐπιβολῆς ἀδύνατον.
過去の時代には、ギリシア人のうちで、その企て自体が不可能であったために、最果ての地の状況を詮索することに着手した人々を、稀にしか見出すことができないであろうからである。
§3.58.6πολλοὶ μὲν γὰρ ἦσαν οἱ κατὰ θάλατταν τότε κίνδυνοι καὶ δυσεξαρίθμητοι, πολλαπλάσιοι δὲ τούτων οἱ κατὰ γῆν.
当時は、海上における危険が数多く、また数え切れないほどあり、陸上における危険はそれらの何倍にも達していたのである。
§3.58.7ἀλλʼ εἰ καί τις ἢ κατʼ ἀνάγκην ἢ κατὰ προαίρεσιν ἐξίκοιτο πρὸς τὰ πέρατα τῆς οἰκουμένης, οὐδʼ οὕτως ἤνυεν τὸ προκείμενον.
しかし、たとえ誰かが、必要に迫られて、あるいは自らの意志によって居住世界の境界に到達したとしても、それでもなお、意図した目的を達成することはできなかった。
§3.58.8δυσχερὲς μὲν γὰρ ἐπὶ πλέον τινῶν αὐτόπτην γενέσθαι διὰ τὸ τοὺς μὲν ἐκβεβαρβαρῶσθαι τοὺς δʼ ἐρήμους εἶναι τόπους, ἔτι δὲ χαλεπώτερον τὸ περὶ τῶν ὁραθέντων διὰ λόγου τι γνῶναι καὶ μαθεῖν διὰ τὸ τῆς φωνῆς ἐξηλλαγμένον.
というのも、ある地域が完全に野蛮化しており、別の地域が荒涼とした無人の地であったために、それらをそれ以上実地に見ること自体が困難であったし、言語が著しく異なっていたために、見聞きした事柄について対話を通じて何かを知り、学ぶことはさらに困難であったからである。
§3.58.9ἐὰν δὲ καὶ γνῷ τις, ἔτι τῶν πρὸ τοῦ δυσχερέστερον τὸ τῶν ἑωρακότων τινὰ μετρίῳ χρῆσθαι τρόπῳ καὶ καταφρονήσαντα τῆς παραδοξολογίας καὶ τερατείας ἑαυτοῦ χάριν προτιμῆσαι τὴν ἀλήθειαν καὶ μηδὲν τῶν πάρεξ ὄντων ἡμῖν
そして、たとえ誰かが知ることができたとしても、それまでの困難よりもさらに困難なのは、目撃者となった者の誰かが控えめな態度を守り、自分のために、驚異的な物語や怪異な作り話を軽蔑して真実を優先し、我々に対して事実以外のいかなることも