Humanitext Reader

波利比奥斯 · 历史 §3.58.1-3.58.9

早期地理记述的错误与探索边疆的困难

第 217 段,共 1311 段 · 希腊语

内容简介

作者指出以往关于居住世界边缘地区的历史叙述充满错误,并解释了过去阻碍探索的物理与语言等困难因素。

§3.58.1διότι μὲν οὖν, εἰ καί τι τῶν τῆς ἱστορίας μερῶν ἄλλο, καὶ τοῦτο προσδεῖ λόγου καὶ διορθώσεως ἀληθινωτέρας, προφανὲς ἐκ πολλῶν μάλιστα δʼ ἐκ τούτων.
因此,如果说历史的任何其他部分需要论述,那么这一部分也同样需要阐述和更真实的修正,这一点从许多事情中显而易见,尤其是从以下的情况中。
§3.58.2σχεδὸν γὰρ πάντων, εἰ δὲ μή γε, τῶν πλείστων συγγραφέων πεπειραμένων μὲν ἐξηγεῖσθαι τὰς ἰδιότητας καὶ θέσεις τῶν περὶ τὰς ἐσχατιὰς τόπων τῆς καθʼ ἡμᾶς οἰκουμένης, ἐν πολλοῖς δὲ τῶν πλείστων διημαρτηκότων, §3.58.3παραλείπειν μὲν οὐδαμῶς καθήκει, ῥητέον δέ τι πρὸς αὐτοὺς οὐκ ἐκ παρέργου καὶ διερριμμένως ἀλλʼ ἐξ ἐπιστάσεως, καὶ ῥητέον οὐκ ἐπιτιμῶντας οὐδʼ ἐπιπλήττοντας, §3.58.4ἐπαινοῦντας δὲ μᾶλλον καὶ διορθουμένους τὴν ἄγνοιαν αὐτῶν, γινώσκοντας ὅτι κἀκεῖνοι τῶν νῦν καιρῶν ἐπιλαβόμενοι πολλὰ τῶν αὐτοῖς εἰρημένων εἰς διόρθωσιν ἂν καὶ μετάθεσιν ἤγαγον.
因为几乎所有、或至少大半的历史作家虽然都曾试图阐明我们所知居住世界边缘地区之特征与位置,却在许多事情上对大部分内容做出了错误的描述,所以绝对不应将此省略,而是必须针对他们阐明一些道理,不是顺便且零散地,而是经过仔细审视后,并且在阐述时绝非出于指责或申斥,而是宁可赞赏他们并修正他们的无知,且要深知:他们若是能获得如今的机会,也将把他们自己所说的许多内容加以修正和改变。
§3.58.5ἐν μὲν γὰρ τῷ προγεγονότι χρόνῳ σπανίους ἂν εὕροι τις τῶν Ἑλλήνων τοὺς ἐπιβεβλημένους πολυπραγμονεῖν τὰ κατὰ τὰς ἐσχατιὰς διὰ τὸ τῆς ἐπιβολῆς ἀδύνατον.
因为在过去的时代,人们很难在希腊人中找到几个着手考证最边缘地带状况的人,这是由于该企图本身是不可能的。
§3.58.6πολλοὶ μὲν γὰρ ἦσαν οἱ κατὰ θάλατταν τότε κίνδυνοι καὶ δυσεξαρίθμητοι, πολλαπλάσιοι δὲ τούτων οἱ κατὰ γῆν.
因为当时海上的危险不仅多而且难以计数,而陆地上的危险更是其数倍。
§3.58.7ἀλλʼ εἰ καί τις ἢ κατʼ ἀνάγκην ἢ κατὰ προαίρεσιν ἐξίκοιτο πρὸς τὰ πέρατα τῆς οἰκουμένης, οὐδʼ οὕτως ἤνυεν τὸ προκείμενον.
然而,即使有人因被迫或出于自愿而到达了居住世界的边缘,也依然无法达到预期的目的。
§3.58.8δυσχερὲς μὲν γὰρ ἐπὶ πλέον τινῶν αὐτόπτην γενέσθαι διὰ τὸ τοὺς μὲν ἐκβεβαρβαρῶσθαι τοὺς δʼ ἐρήμους εἶναι τόπους, ἔτι δὲ χαλεπώτερον τὸ περὶ τῶν ὁραθέντων διὰ λόγου τι γνῶναι καὶ μαθεῖν διὰ τὸ τῆς φωνῆς ἐξηλλαγμένον.
因为由于某些地方彻底野蛮化,另一些地方荒无人烟,要更进一步目睹那些地方是非常困难的;而由于语言截然不同,要通过交谈对所见事物有所认识和了解,则更是难上加难。
§3.58.9ἐὰν δὲ καὶ γνῷ τις, ἔτι τῶν πρὸ τοῦ δυσχερέστερον τὸ τῶν ἑωρακότων τινὰ μετρίῳ χρῆσθαι τρόπῳ καὶ καταφρονήσαντα τῆς παραδοξολογίας καὶ τερατείας ἑαυτοῦ χάριν προτιμῆσαι τὴν ἀλήθειαν καὶ μηδὲν τῶν πάρεξ ὄντων ἡμῖν
而且,即使有人确实了解了,比之前的困难更甚的是,目睹者中有人能够保持克制,并为了自己的而鄙视奇闻怪志和荒诞之说,宁可选择真理,绝不向我们陈述任何事实之外的

词汇与语法注释

  1. 3.58.1διότι — 在此处并非用作表示原因的连词(因为),而是与ὅτι同义,引导一个名词从句,该从句整体构成了προφανές [ἐστιν](显而易见)的主语。
  2. 3.58.2σχεδὸν γὰρ πάντων... διημαρτηκότων — 以συγγραφέων为逻辑主语的属格独立结构(genitive absolute)。通过μὲν... δέ...的结构,对比了他们的尝试与实际上的错误。
  3. 3.58.4ἐπιλαβόμενοι ... ἂν ... ἤγαγον — 分词ἐπιλαβόμενοι表条件(“如果他们获得了……”),与主句的ἂν ἤγαγον(直陈式过去时+ἄν)结合,构成了与过去事实相反的虚拟条件句(反事实假设)。
  4. 3.58.9ἔτι τῶν πρὸ τοῦ δυσχερέστερον τὸ τῶν ἑωρακότων τινὰ μετρίῳ χρῆσθαι τρόπῳ — 由冠词τό引导的不定式短语(支配χρῆσθαι和προτιμῆσαι)是整句的主语,其逻辑主语(宾格)αὐτῶν ἑωρακότων τινά(目睹者中的某个人)。该句在分句末尾处中断,尚未完整。

引用这一段

波利比奥斯, 历史 §3.58.1-3.58.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.58.1-3.58.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。