§3.57.1ἡμεῖς δʼ ἐπειδὴ καὶ τὴν διήγησιν καὶ τοὺς ἡγεμόνας ἀμφοτέρων καὶ τὸν πόλεμον εἰς Ἰταλίαν ἠγάγομεν, πρὸ τοῦ τῶν ἀγώνων ἄρξασθαι βραχέα βουλόμεθα περὶ τῶν ἁρμοζόντων τῇ πραγματείᾳ διελθεῖν.
但是,既然我们已将叙述、双方的将领以及战争本身都引入了意大利,在战斗开始之前,我们希望就适合本历史著作的事项进行简短的探讨。
§3.57.2ἴσως γὰρ δή τινες ἐπιζητήσουσι πῶς πεποιημένοι τὸν πλεῖστον λόγον ὑπὲρ τῶν κατὰ Λιβύην καὶ κατʼ Ἰβηρίαν τόπων οὔτε περὶ τοῦ καθʼ Ἡρακλέους στήλας στόματος οὐδὲν ἐπὶ πλεῖον εἰρήκαμεν οὔτε περὶ τῆς ἔξω θαλάττης καὶ τῶν ἐν ταύτῃ συμβαινόντων ἰδιωμάτων, §3.57.3οὐδὲ μὴν περὶ τῶν Βρεττανικῶν νήσων καὶ τῆς τοῦ καττιτέρου κατασκευῆς, ἔτι δὲ τῶν ἀργυρείων καὶ χρυσείων τῶν κατʼ αὐτὴν Ἰβηρίαν, ὑπὲρ ὧν οἱ συγγραφεῖς ἀμφισβητοῦντες πρὸς ἀλλήλους τὸν πλεῖστον διατίθενται λόγον.
因为或许确实会有人质疑,既然我们对利比亚和伊比利亚的地方作了最详尽的论述,为何对于赫拉克勒斯之柱旁的海峡口,以及外海和其中发生的奇特现象,没有作更进一步的说明,也不曾提及不列颠群岛和锡的制作,乃至伊比利亚本身的银矿和金矿,对于这些事物,历史作家们相互争论,耗费了最长的篇幅。
§3.57.4ἡμεῖς δʼ οὐχὶ νομίζοντες ἀλλότριον εἶναι τοῦτο τὸ μέρος τῆς ἱστορίας, διὰ τοῦτο παρελείπομεν, ἀλλὰ πρῶτον μὲν οὐ βουλόμενοι παρʼ ἕκαστα διασπᾶν τὴν διήγησιν οὐδʼ ἀποπλανᾶν ἀπὸ τῆς πραγματικῆς ὑποθέσεως τοὺς φιληκοοῦντας, §3.57.5δεύτερον δὲ κρίνοντες οὐ διερριμμένην οὐδʼ ἐν παρέργῳ ποιήσασθαι τὴν περὶ αὐτῶν μνήμην, ἀλλὰ κατʼ ἰδίαν καὶ τόπον καὶ καιρὸν ἀπονείμαντες τῷ μέρει τούτῳ, καθʼ ὅσον οἷοί τʼ ἐσμέν, τὴν ἀλήθειαν περὶ αὐτῶν ἐξηγήσασθαι.
但我们省略历史的这部分内容,并非因为认为它与我们的著作无关,而是第一,因为我们不想在每个地方都打断叙述,也不想让喜爱听讲的读者偏离实际的主题,第二,因为我们判定不应将对它们的提及弄得零散或顺便提及,而是要为这部分分配其特有的地点和时间,尽我们所能阐明关于它们的真相。
§3.57.6διόπερ οὐ χρὴ θαυμάζειν οὐδʼ ἐν τοῖς ἑξῆς, ἐὰν ἐπί τινας τόπους ἐρχόμενοι τοιούτους παραλείπωμεν τοῦτο τὸ μέρος διὰ τὰς προειρημένας αἰτίας.
因此,在接下来的叙述中,如果我们走到这些地方时因上述原因而省略这部分内容,也不必感到奇怪。
§3.57.7εἰ δέ τινες πάντως ἐπιζητοῦσι κατὰ τόπον καὶ κατὰ μέρος τῶν τοιούτων ἀκούειν, ἴσως ἀγνοοῦσι παραπλήσιόν τι πάσχοντες τοῖς λίχνοις τῶν δειπνητῶν.
但是,如果有人无论如何都渴望在每个地方、零星地听到这些内容,他们或许没有意识到自己正处于一种与贪食的食客极度相似的状态。
§3.57.8καὶ γὰρ ἐκεῖνοι πάντων ἀπογευόμενοι τῶν παρακειμένων οὔτε κατὰ τὸ παρὸν οὐδενὸς ἀληθινῶς ἀπολαύουσι τῶν βρωμάτων οὔτʼ εἰς τὸ μέλλον ὠφέλιμον ἐξ αὐτῶν τὴν ἀνάδοσιν καὶ τροφὴν κομίζονται, πᾶν δὲ τοὐναντίον· §3.57.9οἵ τε περὶ τὴν ἀνάγνωσιν τὸ παραπλήσιον ποιοῦντες οὔτε τῆς παραυτίκα διαγωγῆς ἀληθινῶς οὔτε τῆς εἰς τὸ μέλλον ὠφελείας στοχάζονται δεόντως.
因为那些人尝遍了摆在面前的所有食物,既不能在当下真正享受任何菜肴,也不能为了将来从中获得有益的消化和营养,反而完全相反;而在阅读方面采取类似做法的人,既无法真正达到当下的消遣,也无法正当地获得未来的益处。