§3.53.1περαιουμένων αὐτῶν.
彼らがそこを通過している最中のことであった。
ἐν ᾧ καιρῷ πάντας ἄρδην ἀπολέσθαι συνέβη τοὺς περὶ τὸν Ἀννίβαν, εἰ μὴ δεδιότες ἀκμὴν ἐπὶ ποσὸν καὶ προορώμενοι τὸ μέλλον τὰ μὲν σκευοφόρα καὶ τοὺς ἱππεῖς εἶχον ἐν τῇ πρωτοπορείᾳ, τοὺς δʼ ὁπλίτας ἐπὶ τῆς οὐραγίας.
その際、もし彼らが、いまだある程度まで警戒を怠らず、将来を見越して、荷物隊と騎兵を先遣隊に配し、重装歩兵を後衛に置いていなかったならば、ハンニバルの一行は全員が根こそぎ破滅することになっていたであろう。
§3.53.2τούτων δʼ ἐφεδρευόντων ἔλαττον συνέβη γενέσθαι τὸ πάθος·
しかし、これら後衛の兵たちが控えていたため、被害はより小さくて済んだ。
οὗτοι γὰρ ἔστεξαν τὴν ἐπιφορὰν τῶν βαρβάρων.
彼らがバルバロイの襲撃を食い止めたからである。
§3.53.3οὐ μὴν ἀλλὰ καὶ τούτου συγκυρήσαντος πολύ τι πλῆθος καὶ τῶν ἀνδρῶν καὶ τῶν ὑποζυγίων καὶ τῶν ἵππων διεφθάρη.
それでもなお、この不測の事態によって、兵士、荷役獣、そして馬の非常に多くが失われた。
§3.53.4τῶν γὰρ τόπων ὑπερδεξίων ὄντων τοῖς πολεμίοις, ἀντιπαράγοντες οἱ βάρβαροι ταῖς παρωρείαις καὶ τοῖς μὲν τὰς πέτρας ἐπικυλίοντες τοὺς δʼ ἐκ χειρὸς τοῖς λίθοις τύπτοντες εἰς ὁλοσχερῆ διατροπὴν καὶ κίνδυνον ἦγον,
なぜなら、敵にとって有利な高地から、バルバロイたちは山腹に沿って並行して進み、ある者たちには岩を転がり落とし、またある者たちには手ずから石を投げつけて撃ち、彼らを完全な混乱と危機へと陥れたからである。
§3.53.5οὕτως ὥστʼ ἀναγκασθῆναι τὸν Ἀννίβαν μετὰ τῆς ἡμισείας δυνάμεως νυκτερεῦσαι περί τι λευκόπετρον ὀχυρὸν χωρὶς τῶν ἵππων καὶ τῶν ὑποζυγίων, ἐφεδρεύοντα τούτοις, ἕως ἐν ὅλῃ τῇ νυκτὶ ταῦτα μόλις ἐξεμηρύσατο τῆς χαράδρας.
そのためハンニバルは、軍の半分とともに、馬や荷役獣を欠いたまま、ある白岩の峻険な拠点の近くで夜を明かすことを余儀なくされた。 彼はこれらの馬や荷役獣を援護し、彼らが一晩中かかって、ようやくその渓谷から脱出するのを待った。
§3.53.6τῇ δʼ ἐπαύριον τῶν πολεμίων χωρισθέντων, συνάψας τοῖς ἱππεῦσι καὶ τοῖς ὑποζυγίοις προῆγε πρὸς τὰς ὑπερβολὰς τὰς ἀνωτάτω τῶν Ἄλπεων, ὁλοσχερεῖ μὲν οὐδενὶ περιπίπτων ἔτι συστήματι τῶν βαρβάρων, κατὰ μέρη δὲ καὶ κατὰ τόπους παρενοχλούμενος ὑπʼ αὐτῶν·
翌日、敵が立ち去ると、彼は騎兵や荷役獣と合流し、アルプス山脈の最も高い峠へと進んだ。 もはやバルバロイのまとまった大部隊に遭遇することはなかったが、各所で、また局地的に、彼らによる執拗な嫌がらせを受けた。
§3.53.7ὧν οἱ μὲν ἀπὸ τῆς οὐραγίας, οἱ δʼ ἀπὸ τῆς πρωτοπορείας ἀπέσπων τῶν σκευοφόρων ἔνια, προσπίπτοντες εὐκαίρως.
彼らのうち、ある者は後方から、ある者は前方から、隙を突いて急襲し、荷物の一部を奪い去った。
μεγίστην δʼ αὐτῷ παρείχετο χρείαν τὰ θηρία·
その中で、象たちが彼らにとって最大の役に立った。
§3.53.8καθʼ ὃν γὰρ ἂν τόπον ὑπάρχοι τῆς πορείας ταῦτα, πρὸς τοῦτο τὸ μέρος οὐκ ἐτόλμων οἱ πολέμιοι προσιέναι, τὸ παράδοξον ἐκπληττόμενοι τῆς τῶν ζῴων φαντασίας.
というのも、行軍のどの場所に象たちがいるにせよ、敵はその奇妙な姿に恐れをなし、その方面へと近づく勇気を持たなかったからである。
§3.53.9ἐναταῖος δὲ διανύσας εἰς τὰς ὑπερβολὰς αὐτοῦ κατεστρατοπέδευσε καὶ δύʼ ἡμέρας προσέμεινε, βουλόμενος ἅμα μὲν ἀναπαῦσαι τοὺς διασῳζομένους, ἅμα δὲ προσδέξασθαι τοὺς ἀπολειπομένους.
九日目に彼は峠に到着してそこに陣を敷き、生き残った者たちを休ませると同時に、遅れている者たちを待つために、二日間そこに留まった。
§3.53.10ἐν ᾧ καιρῷ συνέβη πολλοὺς μὲν ἵππους τῶν ἀπεπτοημένων, πολλὰ δʼ ὑποζύγια τῶν ἀπερριφότων τὰ φορτία παραδόξως ἀναδραμεῖν τοῖς στίβοις ἑπόμενα
その間、怯えて逃げ去っていた多くの馬や、荷物を振り落としていた多くの荷役獣が、奇跡的にも足跡をたどって追いついてくるということが起きた。