§3.52.1τότε μὲν οὖν αὐτοῦ ποιησάμενος τὴν παρεμβολὴν καὶ μίαν ἐπιμείνας ἡμέραν αὖθις ὥρμα.
そうして彼は、その場所に陣を敷き、一日留まった後に再び出発した。
§3.52.2ταῖς δʼ ἑξῆς μέχρι μέν τινος ἀσφαλῶς διῆγε τὴν στρατιάν· ἤδη δὲ τεταρταῖος ὢν αὖθις εἰς κινδύνους παρεγένετο μεγάλους.
続く数日間、彼はあるところまでは軍を安全に率いていたが、すでに四日目に入ると、再び大きな危険に直面した。
§3.52.3οἱ γὰρ περὶ τὴν δίοδον οἰκοῦντες συμφρονήσαντες ἐπὶ δόλῳ συνήντων αὐτῷ, θαλλοὺς ἔχοντες καὶ στεφάνους·
というのも、その峠道の周辺に住む住民たちが、陰謀のために結託し、緑の枝や花冠を手にして彼を迎えに来たからである。
τοῦτο γὰρ σχεδὸν πᾶσι τοῖς βαρβάροις ἐστὶ σύνθημα φιλίας, καθάπερ τὸ κηρύκειον τοῖς Ἕλλησιν.
これは、ギリシア人にとっての伝令使の杖のように、ほぼすべてのバルバロイにとって友好の合図なのである。
§3.52.4εὐλαβῶς δὲ διακείμενος πρὸς τὴν τοιαύτην πίστιν Ἀννίβας ἐξήτασε φιλοτίμως τὴν ἐπίνοιαν αὐτῶν καὶ τὴν ὅλην ἐπιβολήν.
ハンニバルはこのような誠実さに対して用心深く警戒し、彼らの意図や企ての全体について入念に探りを入れた。
§3.52.5τῶν δὲ φασκόντων καλῶς εἰδέναι καὶ τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν τῶν ἐγχειρησάντων αὐτὸν ἀδικεῖν ἀπώλειαν, καὶ διασαφούντων ὅτι πάρεισι διὰ ταῦτα, βουλόμενοι μήτε ποιῆσαι μήτε παθεῖν μηδὲν δυσχερές, ὑπισχνουμένων δὲ καὶ δώσειν ἐξ αὑτῶν ὅμηρα,
彼らは、先の町の占領も、彼に危害を加えようとした者たちの全滅もよく知っていると主張し、それゆえに自分たちは不快なことをなすことも受けることも望まずにやって来たのだと説明し、自分たちの中から人質を差し出すことすら約束した。
§3.52.6πολὺν μὲν χρόνον ηὐλαβεῖτο καὶ διηπίστει τοῖς λεγομένοις, συλλογιζόμενος δʼ Ἀννίβας ὡς δεξάμενος μὲν τὰ προτεινόμενα, τάχʼ ἂν ἴσως εὐλαβεστέρους καὶ πρᾳοτέρους ποιήσαι τοὺς παραγεγονότας, μὴ προσδεξάμενος δὲ προδήλους ἕξει πολεμίους αὐτούς, συγκατένευσε τοῖς λεγομένοις καὶ συνυπεκρίθη τίθεσθαι φιλίαν πρὸς αὐτούς.
ハンニバルは長い間、用心して彼らの言葉を信用しなかったが、提案を受け入れれば、やって来た者たちをおそらくより慎重に、そして従順にさせることができるかもしれないし、逆に受け入れなければ、彼らを公然たる敵とすることになるだろうと考え、彼らの言うことに同意し、彼らと友好を結ぶふりをした。
§3.52.7τῶν δὲ βαρβάρων τὰ ὅμηρα παραδόντων καὶ θρέμμασι χορηγούντων ἀφθόνως καὶ καθόλου διδόντων σφᾶς αὐτοὺς εἰς τὰς χεῖρας ἀπαρατηρήτως, ἐπὶ ποσὸν ἐπίστευσαν οἱ περὶ τὸν Ἀννίβαν, ὥστε καὶ καθηγεμόσιν αὐτοῖς χρῆσθαι πρὸς τὰς ἑξῆς δυσχωρίας.
バルバロイたちが人質を引き渡し、家畜を豊富に供給し、全体として完全に自分たちの身を委ねて警戒を抱かせなかったため、ハンニバルの一行はある程度まで彼らを信頼し、その後に続く険路において彼らを道案内として用いるまでに至った。
προπορευομένων δʼ αὐτῶν ἐπὶ δύʼ ἡμέραις, §3.52.8συναθροισθέντες οἱ προειρημένοι καὶ συνακολουθήσαντες ἐπιτίθενται, φάραγγά τινα δύσβατον καὶ κρημνώδη
彼らが二日間にわたり先導していたが、先述の者たちが集結し、後を追ってついて来ると、通り抜けにくく険しい、ある渓谷において、攻撃を仕掛けてきた。