§3.53.1περαιουμένων αὐτῶν.
正当他们通过时。
ἐν ᾧ καιρῷ πάντας ἄρδην ἀπολέσθαι συνέβη τοὺς περὶ τὸν Ἀννίβαν, εἰ μὴ δεδιότες ἀκμὴν ἐπὶ ποσὸν καὶ προορώμενοι τὸ μέλλον τὰ μὲν σκευοφόρα καὶ τοὺς ἱππεῖς εἶχον ἐν τῇ πρωτοπορείᾳ, τοὺς δʼ ὁπλίτας ἐπὶ τῆς οὐραγίας.
在那一时刻,如果汉尼拔的部众没有因为仍有些许恐惧并预见到未来,而将行李队和骑兵部署在先遣队,将重装步兵部署在后卫,他们本会遭遇全军覆没。
§3.53.2τούτων δʼ ἐφεδρευόντων ἔλαττον συνέβη γενέσθαι τὸ πάθος· οὗτοι γὰρ ἔστεξαν τὴν ἐπιφορὰν τῶν βαρβάρων.
由于这些步兵在后方戒备,灾难才得以减轻;因为他们抵挡住了蛮族的冲击。
§3.53.3οὐ μὴν ἀλλὰ καὶ τούτου συγκυρήσαντος πολύ τι πλῆθος καὶ τῶν ἀνδρῶν καὶ τῶν ὑποζυγίων καὶ τῶν ἵππων διεφθάρη.
尽管如此,在这场变故中,仍有大量的士兵、驮兽和马匹丧生。
§3.53.4τῶν γὰρ τόπων ὑπερδεξίων ὄντων τοῖς πολεμίοις, ἀντιπαράγοντες οἱ βάρβαροι ταῖς παρωρείαις καὶ τοῖς μὲν τὰς πέτρας ἐπικυλίοντες τοὺς δʼ ἐκ χειρὸς τοῖς λίθοις τύπτοντες εἰς ὁλοσχερῆ διατροπὴν καὶ κίνδυνον ἦγον, §3.53.5οὕτως ὥστʼ ἀναγκασθῆναι τὸν Ἀννίβαν μετὰ τῆς ἡμισείας δυνάμεως νυκτερεῦσαι περί τι λευκόπετρον ὀχυρὸν χωρὶς τῶν ἵππων καὶ τῶν ὑποζυγίων, ἐφεδρεύοντα τούτοις, ἕως ἐν ὅλῃ τῇ νυκτὶ ταῦτα μόλις ἐξεμηρύσατο τῆς χαράδρας.
因为地形对敌人十分有利,蛮族沿着山麓并排行进,一边向一些人滚下巨石,一边亲手用石块砸向另一些人,使他们陷入彻底的混乱和危险之中,以至于汉尼拔被迫与半数军队在一处险要的白石堆附近过夜,与马匹和驮兽分离,以便掩护它们,直到它们在整个夜间艰难地从深谷中撤出。
§3.53.6τῇ δʼ ἐπαύριον τῶν πολεμίων χωρισθέντων, συνάψας τοῖς ἱππεῦσι καὶ τοῖς ὑποζυγίοις προῆγε πρὸς τὰς ὑπερβολὰς τὰς ἀνωτάτω τῶν Ἄλπεων, ὁλοσχερεῖ μὲν οὐδενὶ περιπίπτων ἔτι συστήματι τῶν βαρβάρων, κατὰ μέρη δὲ καὶ κατὰ τόπους παρενοχλούμενος ὑπʼ αὐτῶν· §3.53.7ὧν οἱ μὲν ἀπὸ τῆς οὐραγίας, οἱ δʼ ἀπὸ τῆς πρωτοπορείας ἀπέσπων τῶν σκευοφόρων ἔνια, προσπίπτοντες εὐκαίρως.
次日,敌军离去后,他与骑兵和驮兽汇合,向阿尔卑斯山最高处的山口前进,此时他已不再遭遇任何成规模的蛮族部队,但仍受到他们零星和局部的骚扰;他们中有人在后方,有人在前方,乘隙袭击并劫走了一些行李。
μεγίστην δʼ αὐτῷ παρείχετο χρείαν τὰ θηρία· §3.53.8καθʼ ὃν γὰρ ἂν τόπον ὑπάρχοι τῆς πορείας ταῦτα, πρὸς τοῦτο τὸ μέρος οὐκ ἐτόλμων οἱ πολέμιοι προσιέναι, τὸ παράδοξον ἐκπληττόμενοι τῆς τῶν ζῴων φαντασίας.
在此期间,大象发挥了极大的作用;因为无论大象出现在行军队列的哪个位置,敌人都因惊恐于这些野兽奇异的外表而不敢靠近那个方向。
§3.53.9ἐναταῖος δὲ διανύσας εἰς τὰς ὑπερβολὰς αὐτοῦ κατεστρατοπέδευσε καὶ δύʼ ἡμέρας προσέμεινε, βουλόμενος ἅμα μὲν ἀναπαῦσαι τοὺς διασῳζομένους, ἅμα δὲ προσδέξασθαι τοὺς ἀπολειπομένους.
在第九天,他抵达了山口并在此驻营,停留了两天,既为了让幸存者得到休息,也为了等待落伍的人。
§3.53.10ἐν ᾧ καιρῷ συνέβη πολλοὺς μὲν ἵππους τῶν ἀπεπτοημένων, πολλὰ δʼ ὑποζύγια τῶν ἀπερριφότων τὰ φορτία παραδόξως ἀναδραμεῖν τοῖς στίβοις ἑπόμενα
在此期间,令人意想不到的是,许多因受惊而逃跑的马匹,以及许多甩掉负重的驮兽,竟沿着足迹跟了上来。