Humanitext Reader

波利比奥斯 · 历史 §3.52.1-3.52.8

高山居民的佯和与峡谷伏击

第 211 段,共 1311 段 · 希腊语

内容简介

汉尼拔重新开始行军,但在第四天,他被假装友好的当地居民所欺骗。尽管他接受了他们的人质和向导,但他们最终在一条险峻的山谷中发起了突然袭击。

§3.52.1τότε μὲν οὖν αὐτοῦ ποιησάμενος τὴν παρεμβολὴν καὶ μίαν ἐπιμείνας ἡμέραν αὖθις ὥρμα.
于是,他在该处驻军,停留了一天后,便再次出发。
§3.52.2ταῖς δʼ ἑξῆς μέχρι μέν τινος ἀσφαλῶς διῆγε τὴν στρατιάν· ἤδη δὲ τεταρταῖος ὢν αὖθις εἰς κινδύνους παρεγένετο μεγάλους.
在接下来的几天里,他安全地带领着军队行进了一段路程;但到了第四天,他再次陷入了巨大的危险之中。
§3.52.3οἱ γὰρ περὶ τὴν δίοδον οἰκοῦντες συμφρονήσαντες ἐπὶ δόλῳ συνήντων αὐτῷ, θαλλοὺς ἔχοντες καὶ στεφάνους· τοῦτο γὰρ σχεδὸν πᾶσι τοῖς βαρβάροις ἐστὶ σύνθημα φιλίας, καθάπερ τὸ κηρύκειον τοῖς Ἕλλησιν.
因为那些居住在通道周围的人,怀着阴谋勾结起来,手持绿枝和花环来迎接他;因为这几乎在所有蛮族中都是友好的象征,正如使节杖在希腊人中那样。
§3.52.4εὐλαβῶς δὲ διακείμενος πρὸς τὴν τοιαύτην πίστιν Ἀννίβας ἐξήτασε φιλοτίμως τὴν ἐπίνοιαν αὐτῶν καὶ τὴν ὅλην ἐπιβολήν.
汉尼拔对这种信用持谨慎态度,极力探查他们的意图和整个计划。
§3.52.5τῶν δὲ φασκόντων καλῶς εἰδέναι καὶ τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν τῶν ἐγχειρησάντων αὐτὸν ἀδικεῖν ἀπώλειαν, καὶ διασαφούντων ὅτι πάρεισι διὰ ταῦτα, βουλόμενοι μήτε ποιῆσαι μήτε παθεῖν μηδὲν δυσχερές, ὑπισχνουμένων δὲ καὶ δώσειν ἐξ αὑτῶν ὅμηρα, §3.52.6πολὺν μὲν χρόνον ηὐλαβεῖτο καὶ διηπίστει τοῖς λεγομένοις, συλλογιζόμενος δʼ Ἀννίβας ὡς δεξάμενος μὲν τὰ προτεινόμενα, τάχʼ ἂν ἴσως εὐλαβεστέρους καὶ πρᾳοτέρους ποιήσαι τοὺς παραγεγονότας, μὴ προσδεξάμενος δὲ προδήλους ἕξει πολεμίους αὐτούς, συγκατένευσε τοῖς λεγομένοις καὶ συνυπεκρίθη τίθεσθαι φιλίαν πρὸς αὐτούς.
他们声称自己十分清楚那座城镇的失守,也清楚那些企图加害他的人的覆灭,并说明他们正是为此而来,既不想施加也不想遭受任何伤害,甚至承诺提供他们之中的人质,汉尼拔在很长一段时间里保持警惕,不相信他们的话,但他考虑到,如果接受对方的提议,或许能使来者更加谨慎和温顺,而如果不接受,就会让他们成为公开的敌人,于是他同意了他们的话,并假装与他们建立友好关系。
§3.52.7τῶν δὲ βαρβάρων τὰ ὅμηρα παραδόντων καὶ θρέμμασι χορηγούντων ἀφθόνως καὶ καθόλου διδόντων σφᾶς αὐτοὺς εἰς τὰς χεῖρας ἀπαρατηρήτως, ἐπὶ ποσὸν ἐπίστευσαν οἱ περὶ τὸν Ἀννίβαν, ὥστε καὶ καθηγεμόσιν αὐτοῖς χρῆσθαι πρὸς τὰς ἑξῆς δυσχωρίας.
由于蛮族交付了人质,丰盛地供应牲畜,并且总体上毫无保留地将自己交托出来而不带任何戒备,汉尼拔一行人在一定程度上信任了他们,以至于在接下来的险路中还用他们作向导。
προπορευομένων δʼ αὐτῶν ἐπὶ δύʼ ἡμέραις, §3.52.8συναθροισθέντες οἱ προειρημένοι καὶ συνακολουθήσαντες ἐπιτίθενται, φάραγγά τινα δύσβατον καὶ κρημνώδη
在他们带路前行了两天之后,上述的人们集结起来,尾随在后并发起攻击,在一条难以通行且陡峭的山谷里……

词汇与语法注释

  1. 3.52.2τεταρταῖος ὢν — 序数形容词 `τεταρταῖος` 以主格形式与分词 `ὢν` 连用,表示动作发生的时间(已到了第四天)。
  2. 3.52.5τῶν δὲ φασκόντων — 属格绝对结构。代词 `τῶν` 指代前文的通道居民,并由三个并列的属格分词 `φασκόντων`、`διασαφούντων` 和 `ὑπισχνουμένων` 修饰,用于展开他们在对话中的主张和提议。
  3. 3.52.6δεξάμενος μὲν ... ἂν ... ποιήσαι ... ἕξει — 间接引语中两个条件关系的对比。前半部分 `δεξάμενος μὲν ... ποιήσαι` 搭配 `ἂν` 使用了潜在祈愿式,表示可能性(“或许能让他们更加温顺”),而后半部分 `μὴ προσδεξάμενος δὲ ... ἕξει` 使用将来直陈式,表示必然的后果(“定会让他们成为公开的敌人”)。
  4. 3.52.8φάραγγά τινα — 宾格短语 `φάραγγά τινα...` 在本分块末尾未完结,它在接下来的文本脉络中作表示地点或动作对象的宾格短语。

引用这一段

波利比奥斯, 历史 §3.52.1-3.52.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.52.1-3.52.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。