§3.50.1Ἀννίβας δʼ ἐν ἡμέραις δέκα πορευθεὶς παρὰ τὸν ποταμὸν εἰς ὀκτακοσίους σταδίους ἤρξατο τῆς πρὸς τὰς Ἄλπεις ἀναβολῆς, καὶ συνέβη μεγίστοις αὐτὸν περιπεσεῖν κινδύνοις.
Hannibal, having marched for ten days along the river to the distance of eight hundred stades, began the ascent of the Alps, and it happened that he fell into the greatest dangers.
§3.50.2ἕως μὲν γὰρ ἐν τοῖς ἐπιπέδοις ἦσαν, ἀπείχοντο πάντες αὐτῶν οἱ κατὰ μέρος ἡγεμόνες τῶν Ἀλλοβρίγων, τὰ μὲν τοὺς ἱππεῖς δεδιότες, τὰ δὲ τοὺς παραπέμποντας βαρβάρους· ἐπειδὴ δʼ ἐκεῖνοι μὲν εἰς τὴν οἰκείαν ἀπηλλάγησαν, §3.50.3οἱ δὲ περὶ τὸν Ἀννίβαν ἤρξαντο προάγειν εἰς τὰς δυσχωρίας, τότε συναθροίσαντες οἱ τῶν Ἀλλοβρίγων ἡγεμόνες ἱκανόν τι πλῆθος προκατελάβοντο τοὺς εὐκαίρους τόπους, διʼ ὧν ἔδει τοὺς περὶ τὸν Ἀννίβαν κατʼ ἀνάγκην ποιεῖσθαι τὴν ἀναβολήν.
For as long as they were in the plains, all the petty chieftains of the Allobroges kept away from them, partly fearing the cavalry and partly the barbarians who were escorting them; but when the latter had departed to their own country, and Hannibal’s forces began to advance into the difficult passes, then the chieftains of the Allobroges, having assembled a considerable force, pre-occupied the advantageous positions through which Hannibal’s army was obliged to make its ascent.
§3.50.4εἰ μὲν οὖν ἔκρυψαν τὴν ἐπίνοιαν, ὁλοσχερῶς ἂν διέφθειραν τὸ στράτευμα τῶν Καρχηδονίων· νῦν δὲ καταφανεῖς γενόμενοι μεγάλα μὲν καὶ τοὺς περὶ Ἀννίβαν ἔβλαψαν, οὐκ ἐλάττω δʼ ἑαυτούς.
If, then, they had kept their purpose secret, they would have utterly destroyed the Carthaginian army; but as it was, by making their design manifest, they did great damage to Hannibal's men, but no less to themselves.
§3.50.5γνοὺς γὰρ ὁ στρατηγὸς τῶν Καρχηδονίων ὅτι προκατέχουσιν οἱ βάρβαροι τοὺς εὐκαίρους τόπους, αὐτὸς μὲν καταστρατοπεδεύσας πρὸς ταῖς ὑπερβολαῖς ἐπέμενε, §3.50.6προέπεμψε δέ τινας τῶν καθηγουμένων αὐτοῖς Γαλατῶν χάριν τοῦ κατασκέψασθαι τὴν τῶν ὑπεναντίων ἐπίνοιαν καὶ τὴν ὅλην ὑπόθεσιν.
For the Carthaginian general, learning that the barbarians were occupying the advantageous positions, encamped near the passes and remained there, while he sent forward some of the Gauls who were acting as their guides, for the purpose of reconnoitering the enemy’s intention and the whole situation.
§3.50.7ὧν πραξάντων τὸ συνταχθέν, ἐπιγνοὺς ὁ στρατηγὸς ὅτι τὰς μὲν ἡμέρας ἐπιμελῶς παρευτακτοῦσι καὶ τηροῦσι τοὺς τόπους οἱ πολέμιοι, τὰς δὲ νύκτας εἴς τινα παρακειμένην πόλιν ἀπαλλάττονται, πρὸς ταύτην τὴν ὑπόθεσιν ἁρμοζόμενος συνεστήσατο πρᾶξιν τοιαύτην.
When these men had executed their orders, the general, having ascertained that the enemy kept careful guard and remained in their positions during the day, but retired at night to a neighboring town, adapted himself to this state of affairs and devised the following plan.
§3.50.8ἀναλαβὼν τὴν δύναμιν προῆγεν ἐμφανῶς καὶ συνεγγίσας ταῖς δυσχωρίαις οὐ μακρὰν τῶν πολεμίων κατεστρατοπέδευσε.
Taking his army, he advanced openly, and on approaching the difficult passes, encamped not far from the enemy.
τῆς δὲ νυκτὸς ἐπιγενομένης, συντάξας τὰ πυρὰ καίειν, τὸ μὲν πλεῖον μέρος τῆς δυνάμεως αὐτοῦ κατέλιπε, τοὺς δʼ ἐπιτηδειοτάτους εὐζώνους ποιήσας διῆλθε τὰ στενὰ τὴν νύκτα καὶ κατέσχε τοὺς ὑπὸ τῶν πολεμίων προκαταληφθέντας τόπους, ἀποκεχωρηκότων τῶν βαρβάρων κατὰ τὴν συνήθειαν εἰς τὴν πόλιν.
When night came on, having ordered the watch-fires to be lit, he left the greater part of his force there, and taking the most suitable light-armed men, passed through the defiles during the night and occupied the positions previously held by the enemy, the barbarians having retired to the town according to their custom.