Humanitext Reader

ポリュビオス · 歴史 §3.6.1-3.6.14

戦争の原因と口実と発端の区別

165 / 1311 箇所 · ギリシア語

要旨

ポリュビオスは戦争の「原因」、「口実」、「発端」の概念上の区別を明確にし、対ペルシア戦争におけるそれぞれの具体例を挙げながら論じている。

§3.6.1ἔνιοι δὲ τῶν συγγεγραφότων τὰς κατʼ Ἀννίβαν πράξεις βουλόμενοι τὰς αἰτίας ἡμῖν ὑποδεικνύναι, διʼ ἃς Ῥωμαίοις καὶ Καρχηδονίοις ὁ προειρημένος ἐνέστη πόλεμος, πρώτην μὲν ἀποφαίνουσι τὴν Ζακάνθης πολιορκίαν ὑπὸ Καρχηδονίων, §3.6.2δευτέραν δὲ τὴν διάβασιν αὐτῶν παρὰ τὰς συνθήκας τοῦ προσαγορευομένου παρὰ τοῖς ἐγχωρίοις Ἴβηρος ποταμοῦ·
ハンニバルの事績を記述した歴史家たちのうちのある人々は、ローマ人とカルタゴ人の間に前述の戦争が引き起こされた原因を私たちに示そうと望んで、第一に、カルタゴ人によるザカンテの包囲を挙げ、第二に、現地の人々がイベロス川と呼ぶ川を彼らが条約に反して渡ったことを挙げている。
§3.6.3ἐγὼ δὲ ταύτας ἀρχὰς μὲν εἶναι τοῦ πολέμου φήσαιμʼ ἄν, αἰτίας γε μὴν οὐδαμῶς ἂν συγχωρήσαιμι.
しかし私は、これらが戦争の発端であるとは言うが、原因であるとは決して認めない。
πολλοῦ γε δεῖν,
決してそのようなことはない。
§3.6.4εἰ μὴ καὶ τὴν Ἀλεξάνδρου διάβασιν εἰς τὴν Ἀσίαν αἰτίαν εἶναί τις φήσει τοῦ πρὸς τοὺς Πέρσας πολέμου καὶ τὸν Ἀντιόχου κατάπλουν εἰς Δημητριάδα τοῦ πρὸς Ῥωμαίους·
さもなければ、アレクサンドロスのアジアへの渡海が対ペルシア戦争の原因であり、アンティオコスのデメトリアスへの入港が対ローマ戦争の原因である、と誰かが言うことになってしまう。
ὧν οὔτʼ εἰκὸς οὔτʼ ἀληθές ἐστιν οὐδέτερον.
しかし、これらのどちらについても、妥当でも真実でもない。
§3.6.5τίς γὰρ ἂν νομίσειε ταύτας αἰτίας ὑπάρχειν, ὧν πολλὰ μὲν Ἀλέξανδρος πρότερον, οὐκ ὀλίγα δὲ Φίλιππος ἔτι ζῶν ἐνήργησε καὶ παρεσκευάσατο πρὸς τὸν κατὰ τῶν Περσῶν πόλεμον, ὁμοίως δὲ πάλιν Αἰτωλοὶ πρὸ τῆς Ἀντιόχου παρουσίας πρὸς τὸν κατὰ Ῥωμαίων;
というのも、これらを原因と誰が考えるだろうか。 それらのことについては、アレクサンドロスが事前に多くを行い、フィリッポスが存命中に少なからぬ活動と対ペルシア戦争の準備を行い、同様にまた、アイトリア人がアンティオコスの到来以前に対ローマ戦争に向けて準備していたのだから。
§3.6.6ἀλλʼ ἔστιν ἀνθρώπων τὰ τοιαῦτα μὴ διειληφότων ἀρχὴ τί διαφέρει καὶ πόσον διέστηκεν αἰτίας καὶ προφάσεως, καὶ διότι τὰ μέν ἐστι πρῶτα τῶν ἁπάντων, ἡ δʼ ἀρχὴ τελευταῖον τῶν εἰρημένων.
しかし、こうしたことは、発端が原因や口実とどのように異なり、どれほど離れているか、また、一方はすべてのうちで最初のものであり、発端は上述のもののうちで最後のものである、ということを区別していない人々のすることである。
§3.6.7ἐγὼ δὲ παντὸς ἀρχὰς μὲν εἶναί φημι τὰς πρώτας ἐπιβολὰς καὶ πράξεις τῶν ἤδη κεκριμένων, αἰτίας δὲ τὰς προκαθηγουμένας τῶν κρίσεων καὶ διαλήψεων·
私は、すべてのことにおいて、発端とはすでに決定された事柄の最初の企てや行動であり、原因とは決定や判断に先立つものであると言う。
λέγω δʼ ἐπινοίας καὶ διαθέσεις καὶ τοὺς περὶ ταῦτα συλλογισμοὺς καὶ διʼ ὧν· ἐπὶ τὸ κρῖναί τι καὶ προθέσθαι παραγινόμεθα.
私が言うのは、意図、傾向、それらについての推論、そしてそれらを通じて、私たちが何かを決定し企てるに至るプロセスのことである。
§3.6.8δῆλον δʼ οἷον τὸ προειρημένον ἐκ τῶν ἐπιφερομένων.
前述のことがどのようなものかは、次に続く事柄から明らかである。
§3.6.9τίνες γὰρ ἀληθῶς ἦσαν αἰτίαι, καὶ πόθεν φῦναι συνέβη τὸν πρὸς τοὺς Πέρσας πόλεμον, εὐμαρὲς καὶ τῷ τυχόντι συνιδεῖν.
どのようなことが本当の原因であり、どこから対ペルシア戦争が起こるに至ったかは、平凡な人間であっても容易に理解できる。
§3.6.10ἦν δὲ πρώτη μὲν ἡ τῶν μετὰ Ξενοφῶντος Ἑλλήνων ἐκ τῶν ἄνω σατραπειῶν ἐπάνοδος, ἐν ᾗ πᾶσαν τὴν Ἀσίαν διαπορευομένων αὐτῶν πολεμίαν ὑπάρχουσαν οὐδεὶς ἐτόλμα μένειν κατὰ πρόσωπον τῶν βαρβάρων·
第一は、クセノポンに率いられたギリシア人たちの内陸部のサトラペイアからの帰還であり、その中で、彼らが敵地であるアジア全体を通過した際、野蛮人の誰も彼らの前に立ちはだかる勇気を持たなかったことである。
§3.6.11δευτέρα δʼ ἡ τοῦ Λακεδαιμονίων βασιλέως Ἀγησιλάου διάβασις εἰς τὴν Ἀσίαν, ἐν ᾗ ʼκεῖνος οὐδὲν ἀξιόχρεων οὐδʼ ἀντίπαλον εὑρὼν ταῖς σφετέραις ἐπιβολαῖς ἄπρακτος ἠναγκάσθη μεταξὺ διὰ τὰς περὶ τὴν Ἑλλάδα ταραχὰς ἐπανελθεῖν.
第二は、ラケダイモン人の王アゲシラオスのアジアへの渡海であり、その中で、彼は自らの企てに対して価値ある、あるいは匹敵する対抗者を見出すことができなかったが、ギリシアにおける動乱のために、途中で何もしないまま帰還することを余儀なくされたことである。
§3.6.12ἐξ ὧν Φίλιππος κατανοήσας καὶ συλλογισάμενος τὴν Περσῶν ἀνανδρίαν καὶ ῥᾳθυμίαν καὶ τὴν αὑτοῦ καὶ Μακεδόνων εὐεξίαν ἐν τοῖς πολεμικοῖς, ἔτι δὲ καὶ τὸ μέγεθος καὶ τὸ κάλλος τῶν ἐσομένων ἄθλων ἐκ τοῦ πολέμου πρὸ ὀφθαλμῶν θέμενος, §3.6.13ἅμα τῷ περιποιήσασθαι τὴν ἐκ τῶν Ἑλλήνων εὔνοιαν ὁμολογουμένην, εὐθέως προφάσει χρώμενος ὅτι σπεύδει μετελθεῖν τὴν Περσῶν παρανομίαν εἰς τοὺς Ἕλληνας, ὁρμὴν ἔσχε καὶ προέθετο πολεμεῖν καὶ πάντα πρὸς τοῦτο τὸ μέρος ἡτοίμαζε.
これらからフィリッポスは、ペルシア人の不甲斐なさと怠惰、および自身とマケドニア人の軍事的な精強さを理解し、推し量り、さらに戦争から得られるであろう賞品の大きさと素晴らしさを目の前に描き、ギリシア人たちからの確固たる好意を獲得すると同時に、ペルシア人がギリシア人に対して犯した違法行為に報復することを口実として用い、直ちに戦争を仕掛ける意欲を抱き、それを企て、すべての準備をその方向に向けて行った。
§3.6.14διόπερ αἰτίας μὲν τὰς πρώτας ῥηθείσας ἡγητέον τοῦ πρὸς τοὺς Πέρσας πολέμου, πρόφασιν δὲ τὴν δευτέραν, ἀρχὴν δὲ τὴν
それゆえ、最初に述べられた事柄を対ペルシア戦争の原因と見なすべきであり、第二のものを口実と見なし、発端を...

語釈・文法注

  1. 3.6.3πολλοῦ γε δεῖν — 絶対不定詞の慣用的表現で、否定文を伴って「決してそうではない」、「〜には程遠い」という強い否定を意味する。
  2. 3.6.6ἔστιν ἀνθρώπων — 非人称の ἔστι に性質・特徴を示す属格 ἀνθρώπων が結びついた構文で、「〜な人々の特徴である」、「〜な人々のすることである」という意味を表す。
  3. 3.6.14ἀρχὴν δὲ τὴν — この節は文の途中で終わっており、写本の欠損があると考えられている。対格の冠詞 τὴν は、対ペルシア戦争の「発端(始まり)」に該当する語(おそらく 3.6.4 の「アレクサンドロスの渡海」 τὴν Ἀλεξάνδρου διάβασιν など)を導く役割を持っていた。

この箇所を引用する

ポリュビオス, 歴史 §3.6.1-3.6.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.6.1-3.6.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。