§3.45.1λυθείσης δὲ τῆς ἐκκλησίας ἧκον τῶν Νομάδων οἱ προαποσταλέντες ἐπὶ τὴν κατασκοπήν, τοὺς μὲν πλείστους αὑτῶν ἀπολωλεκότες, οἱ δὲ λοιποὶ προτροπάδην πεφευγότες.
集会が解散すると、偵察のためにあらかじめ派遣されていたヌミディア兵たちが戻ってきたが、彼らの大半を失い、生き残った者たちは一目散に逃げ帰ってきたのである。
§3.45.2συμπεσόντες γὰρ οὐ μακρὰν ἀπὸ τῆς ἰδίας στρατοπεδείας τοῖς τῶν Ῥωμαίων ἱππεῦσι τοῖς ἐπὶ τὴν αὐτὴν χρείαν ἐξαπεσταλμένοις ὑπὸ τοῦ Ποπλίου τοιαύτην ἐποιήσαντο φιλοτιμίαν ἀμφότεροι κατὰ τὴν συμπλοκὴν ὥστε τῶν Ῥωμαίων καὶ Κελτῶν εἰς ἑκατὸν ἱππεῖς καὶ τετταράκοντα διαφθαρῆναι, τῶν δὲ Νομάδων ὑπὲρ τοὺς διακοσίους.
というのも、彼らは自分たちの陣営から遠くない場所で、プブリウスによって同じ任務のために派遣されていたローマの騎兵たちと衝突し、その戦闘において双方が激しい戦闘意欲を示したため、ローマ人とケルト人の騎兵が約百四十名戦死し、ヌミディア兵は二百名以上が戦死したからである。
§3.45.3γενομένων δὲ τούτων οἱ Ῥωμαῖοι συνεγγίσαντες κατὰ τὸ δίωγμα τῷ τῶν Καρχηδονίων χάρακι καὶ κατοπτεύσαντες αὖθις ἐξ ὑποστροφῆς ἠπείγοντο, διασαφήσοντες τῷ στρατηγῷ τὴν παρουσίαν τῶν πολεμίων·
これが起こると、ローマ兵たちは追撃の最中にカルタゴ兵の陣塁に接近し、そこを偵察すると、直ちに引き返して急いだ。 将軍に敵の存在を知らせるために。
ἀφικόμενοι δʼ εἰς τὴν παρεμβολὴν ἀνήγγειλαν.
そして彼らは陣営に到着するとそのことを報告した。
§3.45.4Πόπλιος δὲ παραυτίκα τὴν ἀποσκευὴν ἀναθέμενος ἐπὶ τὰς ναῦς ἀνέζευξε παντὶ τῷ στρατεύματι καὶ προῆγε παρὰ τὸν ποταμόν, σπεύδων συμμῖξαι τοῖς ὑπεναντίοις.
プブリウスはただちに荷物を船に積ませると、全軍を率いて出発し、川に沿って前進した。 敵と交戦することを急いで。
§3.45.5Ἀννίβας δὲ τῇ κατὰ πόδας ἡμέρᾳ τῆς ἐκκλησίας ἅμα τῷ φωτὶ τοὺς μὲν ἱππεῖς προέθετο πάντας ὡς πρὸς θάλατταν, ἐφεδρείας ἔχοντας τάξιν, τὴν δὲ τῶν πεζῶν ἐκίνει δύναμιν ἐκ τοῦ χάρακος εἰς πορείαν.
一方ハンニバルは、集会の翌日、夜明けとともに、騎兵をすべて海の方角へと前進させ、後衛の任務を与えた。 そして歩兵の軍勢を陣塁から進軍させ始めた。
§3.45.6αὐτὸς δὲ τοὺς ἐλέφαντας ἐξεδέχετο καὶ τοὺς ἅμα τούτοις ἀπολελειμμένους ἄνδρας.
彼自身は、象たちと、それらに付き添って取り残されていた兵士たちを待っていた。
ἐγένετο δʼ
そして...