§3.44.1ὁ δὲ στρατηγὸς τῶν Καρχηδονίων ἅμα τῆς τε διαβάσεως καὶ τῶν ὑπεναντίων κεκρατηκὼς παραυτίκα μὲν ἐγίνετο πρὸς τῇ παρακομιδῇ τῶν πέραν ἀπολειπομένων ἀνδρῶν,
カルタゴ人の将軍は、渡河と敵の撃退を同時に成し遂げると、直ちに対岸に残された人々の輸送に取りかかった。
§3.44.2πάσας δʼ ἐν βραχεῖ χρόνῳ διαπεραιώσας τὰς δυνάμεις ἐκείνην μὲν τὴν νύκτα παρʼ αὐτὸν τὸν ποταμὸν κατεστρατοπέδευσεν,
短時間のうちに全軍を渡河させると、その夜は川のすぐそばに陣営を張った。
§3.44.3τῇ δʼ ἐπαύριον ἀκούων τὸν τῶν Ῥωμαίων στόλον περὶ τὰ στόματα τοῦ ποταμοῦ καθωρμίσθαι, προχειρισάμενος πεντακοσίους τῶν Νομαδικῶν ἱππέων ἐξαπέστειλε κατασκεψομένους ποῦ καὶ πόσοι τυγχάνουσιν ὄντες καὶ τί πράττουσιν οἱ πολέμιοι.
翌日、ローマ人の艦隊が川口付近に停泊していると聞き、彼はヌミディア兵の騎兵五百名を選抜して派遣し、敵がどこに、どれほどの規模でおり、何を行っているかを偵察させようとした。
§3.44.4κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ πρὸς τὴν τῶν ἐλεφάντων διάβασιν προεχειρίσατο τοὺς ἐπιτηδείους.
また同時に、象の渡河のためにも、適切な者たちを選抜して準備させた。
§3.44.5αὐτὸς δὲ συναγαγὼν τὰς δυνάμεις εἰσήγαγε τοὺς βασιλίσκους τοὺς περὶ Μάγιλον — οὗτοι γὰρ ἧκον πρὸς αὐτὸν ἐκ τῶν περὶ τὸν Πάδον πεδίων — καὶ διʼ ἑρμηνέως τὰ δεδογμένα παρʼ αὐτῶν διεσάφει τοῖς ὄχλοις.
彼自身は軍隊を招集し、マギロスを中心とする小王たち(彼らはパドス川周辺の平原から彼の元へとやって来ていた)を伴って現れ、通訳を介して、彼らの決意を兵士たちに説明した。
§3.44.6ἦν δὲ τῶν λεγομένων ἰσχυρότατα πρὸς θάρσος τῶν πολλῶν πρῶτον μὲν ἡ τῆς παρουσίας ἐνάργεια τῶν ἐπισπωμένων καὶ κοινωνήσειν ἐπαγγελλομένων τοῦ πρὸς Ῥωμαίους πολέμου,
語られたことの中で、兵士たちに勇気を与えるのに最も効果的であったのは、第一に、自分たちを招き入れ、ローマ人との戦争への参加を約束している者たちが、実際に目の前に現れているという明白な事実であり、第二に、彼らの約束の信頼性であった。
§3.44.7δεύτερον δὲ τὸ τῆς ἐπαγγελίας αὐτῶν ἀξιόπιστον, ὅτι καθηγήσονται διὰ τόπων τοιούτων διʼ ὧν οὐδενὸς ἐπιδεόμενοι τῶν ἀναγκαίων συντόμως ἅμα καὶ μετʼ ἀσφαλείας ποιήσονται τὴν εἰς Ἰταλίαν πορείαν,
すなわち、彼らは必要な物資に何一つ事欠くことなく、迅速かつ安全にイタリアへの進軍を行えるような場所を通って案内してくれるということであった。
§3.44.8πρὸς δὲ τούτοις ἡ τῆς χώρας γενναιότης, εἰς ἣν ἀφίξονται, καὶ τὸ μέγεθος, ἔτι δὲ τῶν ἀνδρῶν ἡ προθυμία, μεθʼ ὧν μέλλουσι ποιεῖσθαι τοὺς ἀγῶνας πρὸς τὰς τῶν Ῥωμαίων δυνάμεις.
これらに加えて、彼らが到達するであろう土地の豊かさと広大さ、さらには、ローマの軍勢に対して共に戦うことになる人々が示す熱意であった。
§3.44.9οἱ μὲν οὖν Κελτοὶ τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν.
そこで、ケルト人たちはこのような演説を行って退場した。
§3.44.10μετὰ δὲ τούτους εἰσελθὼν αὐτὸς πρῶτον μὲν τῶν προγεγενημένων πράξεων ἀνέμνησε τοὺς ὄχλους·
彼らの後に彼自身が進み出て、まず群衆にこれまでの戦績を思い出させた。
ἐν αἷς ἔφη πολλοῖς αὐτοὺς καὶ παραβόλοις ἔργοις καὶ κινδύνοις ἐπικεχειρηκότας ἐν οὐδενὶ διεσφάλθαι, κατακολουθήσαντας τῇ ʼκείνου γνώμῃ καὶ συμβουλίᾳ.
その中で、彼らが多くの困難かつ危険な事業や危機に挑みながらも、彼の意志と助言に従うことで、一度も失敗したことがなかったと彼は述べた。
§3.44.11τούτοις δʼ ἑξῆς εὐθαρσεῖς εἶναι παρεκάλει, θεωροῦντας διότι τὸ μέγιστον ἤνυσται τῶν ἔργων, ἐπειδὴ τῆς τε τοῦ ποταμοῦ διαβάσεως κεκρατήκασι τῆς τε τῶν συμμάχων εὐνοίας καὶ προθυμίας αὐτόπται γεγόνασι.
これに続いて、彼は彼らに勇気を持つよう促した。 川の渡河を成し遂げ、同盟者たちの好意と熱意を自らの目で確かめたのであるから、最も困難な事業はすでに達成されたのだと考えて。
§3.44.12διόπερ ᾤετο δεῖν περὶ μὲν τῶν κατὰ μέρος ῥᾳθυμεῖν, ὡς αὐτῷ μελόντων, πειθαρχοῦντας δὲ τοῖς παραγγέλμασιν ἄνδρας ἀγαθοὺς γίνεσθαι καὶ τῶν προγεγονότων ἔργων ἀξίους.
したがって、細かな点については自身が配慮することであるから気にかける必要はなく、命令に従って、勇敢な男となり、これまでの実績にふさわしい者となるべきだと彼は考えた。
§3.44.13τοῦ δὲ πλήθους ἐπισημαινομένου καὶ μεγάλην ὁρμὴν καὶ προθυμίαν ἐμφαίνοντος, ἐπαινέσας αὐτοὺς καὶ τοῖς θεοῖς ὑπὲρ ἁπάντων εὐξάμενος διαφῆκε, παραγγείλας θεραπεύειν σφᾶς καὶ παρασκευάζεσθαι μετὰ σπουδῆς, ὡς εἰς τὴν αὔριον ἀναζυγῆς ἐσομένης.
群衆が賛同の声を上げ、大いなる気勢と熱意を示すと、彼は彼らを称賛し、すべてのことについて神々に祈りを捧げた後、兵士たちを解散させた。 そして、翌日には出発があるものとして、食事を取り、熱心に準備をするように命じた。