§3.45.1λυθείσης δὲ τῆς ἐκκλησίας ἧκον τῶν Νομάδων οἱ προαποσταλέντες ἐπὶ τὴν κατασκοπήν, τοὺς μὲν πλείστους αὑτῶν ἀπολωλεκότες, οἱ δὲ λοιποὶ προτροπάδην πεφευγότες.
集会解散后,那些先前被派去侦察的努米底亚骑兵回来了,他们损失了大半人马,其余的人则狼狈地逃了回来。
§3.45.2συμπεσόντες γὰρ οὐ μακρὰν ἀπὸ τῆς ἰδίας στρατοπεδείας τοῖς τῶν Ῥωμαίων ἱππεῦσι τοῖς ἐπὶ τὴν αὐτὴν χρείαν ἐξαπεσταλμένοις ὑπὸ τοῦ Ποπλίου τοιαύτην ἐποιήσαντο φιλοτιμίαν ἀμφότεροι κατὰ τὴν συμπλοκὴν ὥστε τῶν Ῥωμαίων καὶ Κελτῶν εἰς ἑκατὸν ἱππεῖς καὶ τετταράκοντα διαφθαρῆναι, τῶν δὲ Νομάδων ὑπὲρ τοὺς διακοσίους.
因为他们在离自己营地不远的地方,遭遇了普布利乌斯为执行同样任务而派遣的罗马骑兵,双方在交战中表现得如此勇猛,以至于罗马人和凯尔特人的骑兵损失了约一百四十人,而努米底亚人则损失了两百多人。
§3.45.3γενομένων δὲ τούτων οἱ Ῥωμαῖοι συνεγγίσαντες κατὰ τὸ δίωγμα τῷ τῶν Καρχηδονίων χάρακι καὶ κατοπτεύσαντες αὖθις ἐξ ὑποστροφῆς ἠπείγοντο, διασαφήσοντες τῷ στρατηγῷ τὴν παρουσίαν τῶν πολεμίων· ἀφικόμενοι δʼ εἰς τὴν παρεμβολὴν ἀνήγγειλαν.
此事发生后,罗马人在追击中逼近了迦太基人的营垒,并进行了侦察,随即转身急忙折返,准备向将军禀报敌人的出现;他们回到营地后作了汇报。
§3.45.4Πόπλιος δὲ παραυτίκα τὴν ἀποσκευὴν ἀναθέμενος ἐπὶ τὰς ναῦς ἀνέζευξε παντὶ τῷ στρατεύματι καὶ προῆγε παρὰ τὸν ποταμόν, σπεύδων συμμῖξαι τοῖς ὑπεναντίοις.
普布利乌斯立即将行李装上船只,率全军出发,沿着河流前进,急于与敌军交战。
§3.45.5Ἀννίβας δὲ τῇ κατὰ πόδας ἡμέρᾳ τῆς ἐκκλησίας ἅμα τῷ φωτὶ τοὺς μὲν ἱππεῖς προέθετο πάντας ὡς πρὸς θάλατταν, ἐφεδρείας ἔχοντας τάξιν, τὴν δὲ τῶν πεζῶν ἐκίνει δύναμιν ἐκ τοῦ χάρακος εἰς πορείαν.
而汉尼拔在集会的次日,拂晓时分,将所有骑兵向海洋方向派往前方,使他们担任后卫的角色,并使步兵主力从营垒出发开始行军。
§3.45.6αὐτὸς δὲ τοὺς ἐλέφαντας ἐξεδέχετο καὶ τοὺς ἅμα τούτοις ἀπολελειμμένους ἄνδρας.
他自己则留下来等待大象以及与它们一起被留在后方的士兵。
ἐγένετο δʼ
事情进展到……