Humanitext Reader

ポリュビオス · 歴史 §3.42.1-3.42.11

ハンニバルのローヌ川渡河準備と別働隊の派遣

201 / 1311 箇所 · ギリシア語

要旨

ハンニバルはローヌ川に到達し、現地住民から船を買い入れ木材を調達して渡河の準備を進める。対岸の敵を警戒してハンノン率いる別働隊を上流から渡河させ、背後を脅かす計画を実行に移した。

§3.42.1Ἀννίβας δὲ προσμίξας τοῖς περὶ τὸν ποταμὸν τόποις εὐθέως ἐνεχείρει ποιεῖσθαι τὴν διάβασιν κατὰ τὴν ἁπλῆν ῥύσιν, σχεδὸν ἡμερῶν τεττάρων ὁδὸν ἀπέχων στρατοπέδῳ τῆς θαλάττης.
ハンニバルは、川の周辺の地域に到着すると、海から軍隊を率いてほぼ四日間の道のりにある場所で、流れが一筋になっているところで直ちに渡河を試み始めた。
§3.42.2καὶ φιλοποιησάμενος παντὶ τρόπῳ τοὺς παροικοῦντας τὸν ποταμὸν ἐξηγόρασε παρʼ αὐτῶν τά τε μονόξυλα πλοῖα πάντα καὶ τοὺς λέμβους, ὄντας ἱκανοὺς τῷ πλήθει διὰ τὸ ταῖς ἐκ τῆς θαλάττης ἐμπορίαις πολλοὺς χρῆσθαι τῶν παροικούντων τὸν Ῥοδανόν.
そして、川沿いに住む人々をあらゆる方法で懐柔し、彼らからくり舟すべてと小舟を買い取った。 ローヌ川の沿岸住民の多くが海上交易に従事していたため、これらの舟は数において十分であった。
§3.42.3ἔτι δὲ τὴν ἁρμόζουσαν ξυλείαν ἐξέλαβε πρὸς τὴν κατασκευὴν τῶν μονοξύλων·
さらに、くり舟の建造に適した木材を調達した。
ἐξ ὧν ἐν δυσὶν ἡμέραις πλῆθος ἀναρίθμητον ἐγένετο πορθμείων, ἑκάστου σπεύδοντος μὴ προσδεῖσθαι τοῦ πέλας, ἐν αὑτῷ δʼ ἔχειν τὰς τῆς διαβάσεως ἐλπίδας.
これらから二日間のうちに無数の渡し舟が作られた。 誰もが隣の者をあてにせず、自分自身の力で渡河の希望を持ちたいと先を争ったからである。
§3.42.4κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐν τῷ πέραν πλῆθος ἡθροίσθη βαρβάρων χάριν τοῦ κωλύειν τὴν τῶν Καρχηδονίων διάβασιν.
この時、対岸にはカルタゴ人の渡河を阻止するために、多数の蛮族が集まっていた。
§3.42.5εἰς οὓς ἀποβλέπων Ἀννίβας καὶ συλλογιζόμενος ἐκ τῶν παρόντων ὡς οὔτε διαβαίνειν μετὰ βίας δυνατὸν εἴη τοσούτων πολεμίων ἐφεστώτων, οὔτʼ ἐπιμένειν, μὴ πανταχόθεν προσδέξηται τοὺς ὑπεναντίους,
ハンニバルはこれを見て、現状から判断して、これほど多くの敵が待ち構えている以上、力ずくで渡河することも、また、四方から敵に囲まれる恐れがあるために留まることも不可能であると考えた。
§3.42.6ἐπιγενομένης τῆς τρίτης νυκτὸς ἐξαποστέλλει μέρος τι τῆς δυνάμεως, συστήσας καθηγεμόνας ἐγχωρίους, ἐπὶ δὲ πάντων Ἄννωνα τὸν Βοαμίλκου τοῦ βασιλέως.
三日目の夜が訪れると、彼は地元の案内人たちを同行させ、全体を王ボアミルカルの子ハンノンの指揮下に置いて、軍勢の一部を派遣した。
§3.42.7οἳ ποιησάμενοι τὴν πορείαν ἀντίοι τῷ ῥεύματι παρὰ τὸν ποταμὸν ἐπὶ διακόσια στάδια, παραγενόμενοι πρός τινα τόπον, ἐν ᾧ συνέβαινε περί τι χωρίον νησίζον περισχίζεσθαι τὸν ποταμόν, ἐνταῦθα κατέμειναν.
彼らは流れに逆らって川沿いに二百スタディオンほど行軍し、川が中州の周りで二つに分岐している場所へ到着すると、そこに留まった。
§3.42.8ἐκ δὲ τῆς παρακειμένης ὕλης τὰ μὲν συμπηγνύντες τῶν ξύλων τὰ δὲ συνδεσμεύοντες ἐν ὀλίγῳ χρόνῳ πολλὰς ἥρμοσαν σχεδίας, ἀρκούσας τῇ χρείᾳ πρὸς τὸ παρόν·
そして、近くにある森から木材を切り出し、あるものは組み立て、あるものは縛り合わせて、短時間のうちに当面の用に十分な多くのいかだを作り上げた。
ἐφʼ αἷς διεκομίσθησαν ἀσφαλῶς οὐδενὸς κωλύοντος.
彼らはこれらのいかだに乗って、誰も妨害する者のない中、安全に渡河した。
§3.42.9καταλαβόμενοι δὲ τόπον ἐχυρὸν ἐκείνην μὲν τὴν ἡμέραν ἔμειναν ἀναπαύοντες σφᾶς ἐκ τῆς προγεγενημένης κακοπαθείας, ἅμα δὲ παρασκευαζόμενοι πρὸς τὴν ἐπιοῦσαν χρείαν κατὰ τὸ συντεταγμένον.
そして堅固な場所を占拠すると、その日はそこに留まってこれまでの労苦から身を休め、同時に合意された計画に従って翌日の任務に備えた。
§3.42.10καὶ μὴν Ἀννίβας τὸ παραπλήσιον ἐποίει περὶ τὰς μεθʼ ἑαυτοῦ καταλειφθείσας δυνάμεις.
一方、ハンニバルも自分の手元に残された軍勢について同様のことを行っていた。
§3.42.11μάλιστα δʼ αὐτῷ παρεῖχε δυσχρηστίαν ἡ τῶν ἐλεφάντων διάβασις·
しかし、彼に最大の困難をもたらしたのは象たちの渡河であった。
οὗτοι δʼ ἦσαν ἑπτὰ καὶ τριάκοντα τὸν ἀριθμόν.
彼らはその数、三十七頭であった。

語釈・文法注

  1. 3.42.1στρατοπέδῳ — 与格 `στρατοπέδῳ` は、主語(ハンニバル)が軍隊(または軍営)を伴って移動していることを示す「随伴の与格」として解釈される。この語は「軍勢とともに」の意味で分詞 `ἀπέχων` にかかっており、単に距離を測定する手段や基準を示すものではない。
  2. 3.42.3ἑκάστου σπεύδοντος — 属格独立構文(Genitive Absolute)であり、続く不定詞 `μὴ προσδεῖσθαι` および `ἔχειν` の意味上の主語が `ἑκάστου` であることを示す。文脈上、無数の渡し舟が短期間で建造された理由(各自が他人に頼らず自分で渡る準備を急いだこと)を説明している。
  3. 3.42.5μὴ πανταχόθεν προσδέξηται τοὺς ὑπεναντίους — 接続法 `προσδέξηται` を伴う `μὴ` 節は、主節の非人称表現 `οὔτʼ [ἐστὶ] ἐπιμένειν`(留まることも不可能である)にかかる懸念・恐れ(「~するおそれがあるため」「~しないように」)を表している。ハンニバルが渡河せず留まった場合に敵に囲まれることを恐れたという論理的帰結を示している。

この箇所を引用する

ポリュビオス, 歴史 §3.42.1-3.42.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.42.1-3.42.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。